Τετάρτη 11 Δεκεμβρίου 2013

Περὶ γενέσεως φωστήρων.



Περὶ γενέσεως φωστήρων.
 
 Τὸν ἀθλητῶν θεατὴν μετέχειν τινὸς προσῆκε καὶ αὐτὸν εὐτονίας. Καὶ τοῦτο ἐκ τῶν πανηγυρικῶν θεσμῶν ἄν τις κατίδοι, οἳ τοὺς συγκαθεζομένους εἰς τὸ στάδιον γυμνῇ καθῆσθαι τῇ κεφαλῇ διαγορεύουσιν  ἐμοὶ δοκεῖν, ἵνα μὴ θεατὴς μόνον ἀγωνιστῶν, ἀλλὰ καὶ ἀγωνιστὴς ἕκαστος αὐτὸς ἐν τῷ μέρει τυγχάνῃ. Οὕτω τοίνυν καὶ τὸν τῶν μεγάλων καὶ ὑπερφυῶν θεαμάτων ἐξεταστὴν, καὶ τὸν τῆς ἄκρας ὄντως καὶ ἀπορρήτου σοφίας ἀκροατὴν προσῆκεν οἴκοθεν ἔχειν ἥκοντά τινας ἀφορμὰς πρὸς τὴν θεωρίαν τῶν προκειμένων, καὶ κοινωνεῖν ἐμοὶ τῆς ἀγωνίας εἰς δύναμιν, οὐχὶ κριτὴν μᾶλλον ἢ συναγωνιστὴν παρεστῶτα• μήποτε ἄρα διαλάθῃ ἡμᾶς τῆς ἀληθείας ἡ εὕρεσις, καὶ τὸ ἐμὸν σφάλμα κοινὴ ζημία τῶν ἀκουόντων γένηται. Πρὸς οὖν τί ταῦτα λέγω; ῞Οτι ἐπειδὴ πρόκειται ἡμῖν εἰς τὴν τοῦ κόσμου σύστασιν ἐξέτασις καὶ θεωρία τοῦ παντὸς, οὐκ ἐκ τῆς τοῦ κόσμου σοφίας τὰς ἀρχὰς ἔχουσα, ἀλλ' ἐξ ὧν τὸν ἑαυτοῦ θεράποντα ὁ Θεὸς ἐξεπαίδευσεν, ἐν εἴδει λαλήσας πρὸς αὐτὸν, καὶ οὐ δι' αἰνιγμάτων, ἀνάγκη που πάντως, τοὺς τῶν μεγάλων φιλοθεάμονας μὴ ἀγύμναστον ἔχειν τὸν νοῦν πρὸς τὴν τῶν προκειμένων ἡμῖν κατανόησιν.
Εἴ ποτε οὖν ἐν αἰθρίᾳ νυκτερινῇ πρὸς τὰ ἄρρητα κάλλη τῶν ἄστρων ἐνατενίσας, ἔννοιαν ἔλαβες τοῦ τεχνίτου τῶν ὅλων, τίς ὁ τοῖς ἄνθεσι τούτοις διαποικίλας τὸν οὐρανὸν, καὶ ὅπως ἐν τοῖς ὁρωμένοις πλέον τοῦ τερπνοῦ τὸ ἀναγκαῖόν ἐστι• πάλιν ἐν ἡμέρᾳ εἰ νήφοντι τῷ λογισμῷ κατέμαθες τὰ τῆς ἡμέρας θαύματα, καὶ διὰ τῶν ὁρωμένων ἀνελογίσω τὸν οὐχ ὁρώμενον, ἐμπαράσκευος ἥκεις ἀκροατὴς καὶ πρέπων τῷ πληρώματι τοῦ σεμνοῦ τούτου καὶ μακαρίου θεάτρου. Δεῦρο δὴ οὖν, ὥσπερ οἱ τοὺς ἀήθεις τῶν πόλεων τῆς χειρὸς λαβόμενοι περιηγοῦνται, οὕτω δὴ καὶ αὐτὸς ἐπὶ τὰ κεκρυμμένα θαύματα ὑμᾶς τῆς μεγάλης ταύτης πόλεως ξεναγήσω. ‘Εν τῇ πόλει ταύτῃ, ἐν ᾗ ἡ ἀρχαία πατρὶς ἡμῶν, ἧς μετανέστησεν ἡμᾶς ὁ ἀνθρωποκτόνος δαίμων, τοῖς ἑαυτοῦ δελεάσμασιν ἀνδραποδίσας τὸν ἄνθρωπον• ἐνταῦθα κατόψει τὴν πρώτην τοῦ ἀνθρώπου γένεσιν, καὶ τὸν εὐθὺς ἡμᾶς ἐπικαταλαβόντα θάνατον• ὃν ἐγέννησεν ἡ ἁμαρτία, τὸ πρωτότοκον ἔκγονον τοῦ ἀρχεκάκου δαίμονος. Καὶ γνωρίσεις σαυτὸν, γήϊνον μὲν τῇ φύσει, ἔργον δὲ θείων χειρῶν• δυνάμει μὲν καὶ παραπολὺ τῶν ἀλόγων λειπόμενον, ἄρχοντα δὲ χειροτονητὸν τῶν ἀλόγων καὶ τῶν ἀψύχων. Ταῖς μὲν ἐκ τῆς φύσεως παρασκευαῖς ἐλαττούμενον, τῇ δὲ τοῦ λόγου περιουσίᾳ πρὸς οὐρανὸν αὐτὸν ὑπεραρθῆναι δυνάμενον. ᾿Εὰν ταῦτα μάθωμεν, ἑαυτοὺς ἐπιγνωσόμεθα, Θεὸν γνωρίσομεν, τὸν κτίσαντα προσκυνήσομεν, τῷ Δεσπότῃ δουλεύσομεν, τὸν Πατέρα δοξάσομεν, τὸν τροφέα ἡμῶν ἀγαπήσομεν, τὸν εὐεργέτην αἰδεσθησόμεθα, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν τῆς παρούσης καὶ τῆς μελλούσης προσκυνοῦντες οὐκ ἀπολήξομεν, τὸν δι' οὗ παρέσχετο ἤδη πλούτου καὶ τὰ ἐν ἐπαγγελίαις πιστούμενον, καὶ τῇ πεῖρᾳ τῶν παρόντων βεβαιοῦντα ἡμῖν τὰ προσδοκώμενα. Εἰ γὰρ τὰ πρόσκαιρα τοιαῦτα, ποταπὰ τὰ αἰώνια; Καὶ εἰ τὰ ὁρώμενα οὕτω καλὰ, ποταπὰ τὰ ἀόρατα; Εἰ οὐρανοῦ μέγεθος μέτρον ἀνθρωπίνης διανοίας ἐκβαίνει, τῶν ἀϊδίων τὴν φύσιν τίς ἄρα νοῦς ἐξιχνιάσαι δυνήσεται; Εἰ ὁ τῇ φθορᾷ ὑποκείμενος ἥλιος οὕτω καλὸς, οὕτω μέγας, ὀξὺς μὲν κινηθῆναι, εὐτάκτους δὲ τὰς περιόδους ἀποδιδοὺς, σύμμετρον μὲν ἔχων τὸ μέγεθος τῷ παντὶ, ὥστε μὴ ἐκβαίνειν τὴν πρὸς τὸ ὅλον ἀναλογίαν• τῷ δὲ κάλλει τῆς φύσεως οἷόν τις ὀφθαλμὸς διαυγὴς ἐμπρέπων τῇ κτίσει• εἰ ἀκόρεστος τούτου ἡ θέα, ποταπὸς τῷ κάλλει ὁ τῆς δικαιοσύνης ἥλιος; Εἰ τυφλῷ ζημία τοῦτον μὴ βλέπειν, ποταπὴ ζημία τῷ ἁμαρτωλῷ τοῦ ἀληθινοῦ φωτὸς στερηθῆναι;
 Καὶ εἶπεν ὁ Θεός• γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, ὥστε διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός. Οὐρανὸς προειλήφει καὶ γῆ• τὸ φῶς ἐπὶ τούτοις δεδημιούργητο• ἡμέρα καὶ νὺξ διεκέκριτο• πάλιν στερέωμα, καὶ ξηρᾶς φανέρωσις. Τὸ ὕδωρ συνήθροιστο εἰς συνεστηκυῖαν καὶ ἀφωρισμένην συναγωγήν. ῾Η γῆ πεπλήρωτο τοῖς οἰκείοις γεννήμασι, τά τε μυρία γένη τῶν βοτανῶν ἐκβλαστήσασα, καὶ παντοδαποῖς εἴδεσι φυτῶν εὐθηνουμένη. ῞Ηλιος δὲ οὔπω ἦν καὶ σελήνη, ἵνα μήτε φωτὸς ἀρχηγὸν καὶ πατέρα τὸν ἥλιον ὀνομάσωσι• μήτε τῶν ἐκ τῆς γῆς φυομένων δημιουργὸν, οἱ τὸν Θεὸν ἀγνοήσαντες ἡγήσωνται. Διὰ τοῦτο τετάρτη ἡμέρα• καὶ τότε εἶπεν ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ. ῞Οταν τὸν εἰπόντα διδαχθῇς, εὐθὺς τῇ ἐννοίᾳ σύναπτε τὸν ἀκούσαντα. Εἶπεν ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες, καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας. Τίς εἶπε καὶ τίς ἐποίησεν; Οὐκ ἐννοεῖς ἐν τούτοις τὸ διπλοῦν τῶν προσώπων; Πανταχοῦ τῇ ἱστορίᾳ τὸ δόγμα τῆς θεολογίας μυστικῶς συμπαρέσπαρται. Καὶ ἡ χρεία πρόσκειται τῆς τῶν φωστήρων γενέσεως• Εἰς φαῦσιν, φησὶν, ἐπὶ τῆς γῆς. Εἰ προειλήφει τοῦ φωτὸς ἡ γένεσις, πῶς νῦν ὁ ἥλιος πάλιν εἰς φαῦσιν λέγεται γεγονέναι; Πρῶτον μὲν οὖν τῆς λέξεως τὸ ἰδιότροπον μηδένα σοι κινείτω γέλωτα, εἴπερ μὴ ἑπόμεθα ταῖς παρ' ὑμῖν ἐκλογαῖς τῶν ῥημάτων, μηδὲ τὸ τῆς θέσεως αὐτῶν εὔρυθμον ἐπιτηδεύομεν. Οὐ γὰρ τορευταὶ λέξεων παρ' ἡμῖν• οὐδὲ τὸ εὔηχον τῶν φωνῶν, ἀλλὰ τὸ εὔσημον τῶν ὀνομάτων πανταχοῦ προτιμότερον. Σκόπει τοίνυν εἰ μὴ διὰ τῆς φαύσεως ἀρκούντως ἐνέφηνεν ὃ ἐβούλετο• ἀντὶ γὰρ τοῦ φωτισμοῦ τὴν φαῦσιν εἴρηκεν. ῎Εστι δὲ οὐδὲν μαχόμενον τοῦτο τοῖς περὶ τοῦ φωτὸς εἰρημένοις. Τότε μὲν γὰρ αὐτὴ τοῦ φωτὸς ἡ φύσις παρήχθη• νῦν δὲ τὸ ἡλιακὸν τοῦτο σῶμα ὄχημα εἶναι τῷ πρωτογόνῳ ἐκείνῳ φωτὶ παρεσκεύασται. ῾Ως γὰρ ἄλλο τὸ πῦρ, καὶ ἄλλο ὁ λύχνος• τὸ μὲν τὴν τοῦ φωτίζειν δύναμιν ἔχον, τὸ δὲ παραφαίνειν τοῖς δεομένοις πεποιημένον• οὕτω καὶ τῷ καθαρωτάτῳ ἐκείνῳ καὶ εἰλικρινεῖ καὶ ἀΰλῳ φωτὶ ὄχημα νῦν οἱ φωστῆρες κατεσκευάσθησαν. ῾Ως γὰρ ὁ ἀπόστολος λέγει τινὰς φωστῆρας ἐν κόσμῳ, ἄλλο δέ ἐστι φῶς τοῦ κόσμου τὸ ἀληθινὸν, οὗ κατὰ μέθεξιν οἱ ἅγιοι φωστῆρες ἐγίνοντο τῶν ψυχῶν, ἃς ἐπαίδευον, τοῦ σκότους αὐτὰς τῆς ἀγνοίας ῥυόμενοι• οὕτω καὶ νῦν τὸν ἥλιον τοῦτον τῷ φανοτάτῳ ἐκείνῳ ἐπισκευάσας φωτὶ ὁ τῶν ὅλων δημιουργὸς περὶ τὸν κόσμον ἀνῆψε.
 Καὶ μηδενὶ ἄπιστον εἶναι δοκείτω τὸ εἰρημένον, ὅτι ἄλλο μέν τι τοῦ φωτὸς ἡ λαμπρότης, ἄλλο δέ τι τὸ ὑποκείμενον τῷ φωτὶ σῶμα. Πρῶτον μὲν οὖν ἐκ τοῦ τὰ σύνθετα πάντα οὕτω παρ' ἡμῶν διαιρεῖσθαι, εἴς τε τὴν δεκτικὴν οὐσίαν, καὶ εἰς τὴν ἐπισυμβᾶσαν αὐτῇ ποιότητα. ῾Ως οὖν ἕτερον μέν τι τῇ φύσει ἡ λευκότης, ἕτερον δέ τι τὸ λελευκασμένον σῶμα, οὕτω καὶ τὰ νῦν εἰρημένα, διάφορα ὄντα τῇ φύσει, ἥνωται τῇ δυνάμει τοῦ κτίσαντος. Καὶ μή μοι λέγε ἀδύνατα εἶναι ταῦτα ἀπ' ἀλλήλων διαιρεῖσθαι. Οὐδὲ γὰρ ἐγὼ τὴν διαίρεσιν τοῦ φωτὸς ἀπὸ τοῦ ἡλιακοῦ σώματος ἐμοὶ καὶ σοὶ δυνατὴν εἶναί φημι, ἀλλ' ὅτι ἃ ἡμῖν τῇ ἐπινοίᾳ ἐστὶ χωριστὰ, ταῦτα δύναται καὶ αὐτῇ τῇ ἐνεργείᾳ παρὰ τοῦ ποιητοῦ τῆς φύσεως αὐτῶν διαστῆναι. ᾿Επεὶ καὶ σοὶ τὴν καυστικὴν δύναμιν τοῦ πυρὸς ἀπὸ τῆς λαμπρότητος χωρίσαι ἀμήχανον• ὁ δὲ Θεὸς παραδόξῳ θεάματι τὸν ἑαυτοῦ θεράποντα ἐπιστρέψαι βουλόμενος, πῦρ ἐπέθηκε τῇ βάτῳ ἀπὸ μόνης τῆς λαμπρότητος ἐνεργοῦν, τὴν δὲ τοῦ καίειν δύναμιν σχολάζουσαν ἔχον. ῾Ως καὶ ὁ ψαλμῳδὸς μαρτυρεῖ λέγων, Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. ῞Οθεν καὶ ἐν ταῖς τῶν βεβιωμένων ἡμῖν ἀνταποδόσεσι λόγος τις ἡμᾶς ἐν ἀπορρήτῳ παιδεύει, διαιρεθήσεσθαι τοῦ πυρὸς τὴν φύσιν, καὶ τὸ μὲν φῶς, εἰς ἀπόλαυσιν τοῖς δικαίοις, τὸ δὲ τῆς καύσεως ὀδυνηρὸν, τοῖς κολαζομένοις ἀποταχθήσεσθαι. ῎Επειτα μέντοι καὶ ἐκ τῶν περὶ σελήνην παθῶν, δυνατὸν ἡμᾶς τὴν πίστιν τῶν ζητουμένων εὕρασθαι. Λήγουσα γὰρ, καὶ μειουμένη, οὐχὶ τῷ παντὶ ἑαυτῆς σώματι δαπανᾶται, ἀλλὰ τὸ περικείμενον φῶς ἀποτιθεμένη καὶ προσλαμβάνουσα πάλιν, ἐλαττώσεως ἡμῖν καὶ αὐξήσεως τὰς φαντασίας παρέχεται. Τοῦ δὲ μὴ αὐτὸ τὸ σῶμα αὐτῆς ληγούσης ἀπαναλίσκεσθαι ἐναργὲς μαρτύριον τὰ ὁρώμενα. ῎Εξεστι γάρ σοι καὶ ἐν καθαρῷ τῷ ἀέρι καὶ πάσης ἀχλύος ἀπηλλαγμένῳ, ὅταν μάλιστα μηνοειδὴς τυγχάνῃ κατὰ τὸ σχῆμα, ἐπιτηρήσαντι κατιδεῖν τὸ ἀλαμπὲς αὐτῆς καὶ ἀφώτιστον ὑπὸ τηλικαύτης ἁψῖδος περιγραφόμενον, ἡλίκον ἐν ταῖς πανσελήνοις τὴν πᾶσαν αὐτὴν ἐκπληροῖ. ῞Ωστε τηλαυγῶς ἀπηρτισμένον καθορᾶσθαι τὸν κύκλον τῷ περιλαμπομένῳ μέρει τὸν σκιερὸν καὶ ἀερώδη κόλπον συναναφερούσης τῆς ὄψεως. Καὶ μή μοι λέγε ἐπείσακτον εἶναι τῆς σελήνης τὸ φῶς, διότι μειοῦται μὲν πρὸς ἥλιον φερομένη, αὔξεται δὲ πάλιν ἀφισταμένη. Οὐδὲ γὰρ ἐκεῖνο ἡμῖν ἐξετάζειν ἐν τῷ παρόντι πρόκειται, ἀλλ' ὅτι ἕτερον μὲν αὐτῆς τὸ σῶμα, ἕτερον δὲ τὸ φωτίζον. Τοιοῦτον δή τί μοι νόει καὶ ἐπὶ τοῦ ἡλίου. Πλὴν ὅτι ὁ μὲν λαβὼν ἅπαξ καὶ ἐγκεκραμένον ἑαυτῷ τὸ φῶς ἔχων, οὐκ ἀποτίθεται• ἡ δὲ συνεχῶς οἷον ἀποδυομένη καὶ πάλιν ἐπαμφιαζομένη τὸ φῶς, δι' ἑαυτῆς καὶ τὰ περὶ τοῦ ἡλίου εἰρημένα πιστοῦται. Οὗτοι καὶ διαχωρίζειν ἐτάχθησαν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός. ῎Ανω μὲν γὰρ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους• τότε δὲ τὴν φύσιν αὐτῶν πρὸς τὸ ἐναντίον ἀπέστησεν, ὥστε ἀμίκτως ἔχειν πρὸς ἄλληλα, καὶ φωτὶ πρὸς σκότος μηδεμίαν εἶναι κοινότητα. ῝Ο γὰρ ἐν ἡμέρᾳ ἐστὶν ἡ σκιὰ, τοῦτο οἴεσθαι χρὴ ἐν νυκτὶ τοῦ σκότους εἶναι τὴν φύσιν. Εἰ γὰρ πᾶσα σκιὰ αὐγῆς τινος διαφαινούσης ἀντικειμένως τῷ φωτὶ ἀπὸ τῶν σωμάτων ἐκπίπτει• καὶ ἕωθεν μὲν πρὸς δυσμὰς τέταται, ἑσπέρας δὲ πρὸς ἀνατολὴν ἀποκλίνει, ἐν δὲ τῇ μεσημβρίᾳ ἀρκτῴα γίνεται• καὶ ἡ νὺξ ἐπὶ τὸ ἐναντίον ταῖς ἀκτῖσιν ὑποχωρεῖ, οὐδὲν ἕτερον οὖσα κατὰ τὴν φύσιν ἢ σκίασμα γῆς. ῾Ως γὰρ ἐν ἡμέρᾳ ἡ σκιὰ τῷ ἀντιφράσσοντι τὴν αὐγὴν παρυφίσταται, οὕτως ἡ νὺξ σκιαζομένου τοῦ περὶ γῆν ἀέρος συνίστασθαι πέφυκε. Τοῦτο τοίνυν ἐστὶ τὸ εἰρημένον, ὅτι Διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους• ἐπειδὴ τὸ σκότος ὑποφεύγει τοῦ φωτὸς τὰς ἐπιδρομὰς, ἐν τῇ πρώτῃ δημιουργίᾳ φυσικῆς αὐτοῖς τῆς ἀλλοτριώσεως κατασκευασθείσης πρὸς ἄλληλα. Νῦν δὲ ἥλιον ἐπέταξε τοῖς μέτροις τῆς ἡμέρας• καὶ σελήνην, ὅταν ποτὲ πρὸς τὸν ἴδιον κύκλον ἀπαρτισθῇ, ἀρχηγὸν ἐποίησε τῆς νυκτός. Σχεδὸν γὰρ τότε κατὰ διάμετρον οἱ φωστῆρες ἀλλήλοις ἀντικαθίστανται. ᾿Ανατέλλοντος μὲν γὰρ τοῦ ἡλίου, ἐν ταῖς πανσελήνοις καταφέρεται πρὸς τὸ ἀφανὲς ἡ σελήνη• δυομένου δὲ πάλιν τοῦ ἡλίου, αὕτη πολλάκις ἐξ ἀνατολῶν ἀντανίσχει. Εἰ δὲ κατὰ τὰ ἄλλα σχήματα οὐ συναπαρτίζεται τῇ νυκτὶ τὸ σεληναῖον φῶς, οὐδὲν πρὸς τὸν προκείμενον λόγον. Πλὴν ὅτι ὅταν ἑαυτῆς τελειοτάτη τυγχάνῃ, κατάρχει μὲν τῆς νυκτὸς τῷ ἰδίῳ φωτὶ τὰ ἄστρα ὑπεραυγάζουσα καὶ τὴν γῆν περιλάμπουσα• ἐξίσου δὲ πρὸς τὸν ἥλιον τοῦ χρόνου διαιρεῖται τὰ μέτρα.
 Καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. ᾿Αναγκαῖαι πρὸς τὸν ἀνθρώπινον βίον αἱ ἀπὸ τῶν φωστήρων σημειώσεις. ᾿Εὰν μή τις πέρα τοῦ μέτρου τὰ ἀπ' αὐτῶν σημεῖα περιεργάζηται, χρησίμους αὐτῶν τὰς ἐκ τῆς μακρᾶς ἐμπειρίας παρατηρήσεις εὑρήσει. Πολλὰ μὲν γὰρ περὶ ἐπομβρίας ἐστὶ μαθεῖν• πολλὰ δὲ περὶ αὐχμῶν καὶ πνευμάτων κινήσεως, ἢ μερικῶν ἢ καθόλου, βιαίων ἢ ἀνειμένων. ῝Εν γάρ τι τῶν ἀπὸ τοῦ ἡλίου παραδεικνυμένων καὶ ὁ Κύριος ἡμῖν παραδέδωκεν εἰπὼν, ὅτι Χειμὼν ἔσται, στυγνάζει γὰρ πυρράζων ὁ οὐρανός. ᾿Επειδὰν γὰρ δι' ἀχλύος ἡ ἀναφορὰ γένηται τοῦ ἡλίου, ἀμαυροῦνται μὲν αἱ ἀκτῖνες, ἀνθρακώδης δὲ καὶ ὕφαιμος τὴν χρόαν ὁρᾶται, τῆς παχύτητος τοῦ ἀέρος ταύτην ἐμποιούσης τὴν φαντασίαν ταῖς ὄψεσι. Μὴ διαχεθεὶς δὲ ὑπὸ τῆς ἀκτῖνος ὁ πεπυκνωμένος τέως καὶ συνεστὼς ἀὴρ δῆλός ἐστι διὰ τὴν ἐπίρροιαν τῶν ἐκ τῆς γῆς ἀτμῶν κρατηθῆναι μὴ δυνηθεὶς, ἀλλὰ τῷ πλεονασμῷ τοῦ ὑγροῦ χειμῶνα ἐπάξων τοῖς χωρίοις περὶ ἃ συναθροίζεται. ῾Ομοίως δὲ καὶ ἐπειδὰν ἡ σελήνη περιλιμνάζηται• καὶ τῷ ἡλίῳ δὲ ὅταν αἱ λεγόμεναι ἅλωες περιγραφῶσιν, ἢ ὕδατος ἀερίου πλῆθος, ἢ πνευμάτων βιαίων κίνησιν ὑποφαίνουσιν• ἢ καὶ, οὓς ὀνομάζουσιν ἀνθηλίους, ὅταν συμπεριτρέχωσι τῇ τοῦ ἡλίου φορᾷ, συμπτωμάτων τινῶν ἀερίων σημεῖα γίνεται. ῞Ωσπερ οὖν καὶ αἱ ῥάβδοι, αἱ κατὰ τὴν χρόαν τῆς ἴριδος εἰς ὀρθὸν τοῖς νέφεσιν ἐμφαινόμεναι, ὄμβρους ἢ χειμῶνας ἐξαισίους, ἢ ὅλως τὴν ἐπὶ πλεῖστον μεταβολὴν τοῦ ἀέρος ἐνδείκνυνται. Πολλὰ δὲ καὶ περὶ σελήνην αὐξομένην ἢ λήγουσαν οἱ τούτοις ἐσχολακότες τετηρήκασι σημειώδη, ὡς τοῦ περὶ γῆν ἀέρος ἀναγκαίως τοῖς σχήμασιν αὐτῆς συμμεταβαλλομένου. Λεπτὴ μὲν γὰρ οὖσα περὶ τρίτην ἡμέραν καὶ καθαρὰ, σταθερὰν εὐδίαν κατεπαγγέλλεται• παχεῖα δὲ ταῖς κεραίαις καὶ ὑπέρυθρος φαινομένη, ἢ ὕδωρ λάβρον ἀπὸ νεφῶν, ἢ νότου βιαίαν κίνησιν ἀπειλεῖ. Τὴν δὲ ἐκ τούτων σημείωσιν ὅσον τῷ βίῳ παρέχεται τὸ ὠφέλιμον, τίς ἀγνοεῖ; ῎Εξεστι μὲν γὰρ τῷ πλωτῆρι εἴσω λιμένων κατέχειν τὸ σκάφος, τοὺς ἐκ τῶν πνευμάτων κινδύνους προορωμένῳ. ῎Εξεστι δὲ τῷ ὁδοιπόρῳ πόρρωθεν ἐκκλίνειν τὰς βλάβας, ἐκ τῆς στυγνότητος τοῦ ἀέρος τὴν μεταβολὴν ἀναμένοντι. Γεωργοὶ δὲ, οἱ περὶ τὰ σπέρματα καὶ τὰς τῶν φυτῶν θεραπείας πονούμενοι, πάσας ἐντεῦθεν εὑρίσκουσι τὰς εὐκαιρίας τῶν ἔργων. ῎Ηδη δὲ καὶ τῆς τοῦ παντὸς διαλύσεως ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις σημεῖα φανήσεσθαι ὁ Κύριος προηγόρευσεν. ῾Ο ἥλιος μεταστραφήσεται εἰς αἷμα, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Ταῦτα σημεῖα τῆς τοῦ παντὸς συμπληρώσεως.
 'Αλλ' οἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες, ἐπὶ τὴν συνηγορίαν τῆς γενεθλιαλογίας τὸν λόγον ἕλκουσι, καὶ λέγουσι προσηρτῆσθαι τὴν ἡμετέραν ζωὴν τῇ κινήσει τῶν οὐρανίων• καὶ διὰ τοῦτο ἐκ τῶν ἄστρων γίνεσθαι παρὰ τῶν Χαλδαίων τὰς σημειώσεις τῶν περὶ ἡμᾶς συμπτωμάτων. Καὶ ἁπλοῦν ὄντα τῆς Γραφῆς τὸν λόγον, ῎Εστωσαν εἰς σημεῖα, οὐχὶ τῶν περὶ τὸν ἀέρα τροπῶν, οὐδὲ τῶν περὶ τὰς ὥρας μεταβολῶν, ἀλλ' ἐπὶ τῆς τῶν βίων ἀποκληρώσεως, πρὸς τὸ δοκοῦν ἑαυτοῖς, ἐξακούουσι. Τί γάρ φασιν; ῞Οτι τῶνδε μὲν τῶν κινουμένων ἄστρων ἡ ἐπιπλοκὴ, πρὸς τοὺς ἐν τῷ ζῳδιακῷ κειμένους ἀστέρας κατὰ τοιόνδε σχῆμα συνελθόντων ἀλλήλοις, τὰς τοιάσδε γενέσεις ἀποτελεῖ• ἡ δὲ τοιάδε σχέσις τῶν αὐτῶν τὴν ἐναντίαν ἀποκλήρωσιν τοῦ βίου ποιεῖ. Περὶ ὧν οὐκ ἄχρηστον ἴσως σαφηνείας ἕνεκεν μικρὸν ἄνωθεν ἀναλαβόντας εἰπεῖν. ᾿Ερῶ δὲ οὐδὲν ἐμαυτοῦ ἴδιον, ἀλλὰ τοῖς αὐτῶν ἐκείνων πρὸς τὸν κατ' αὐτῶν ἔλεγχον ἀποχρήσομαι, τοῖς μὲν ἤδη προειλημμένοις εἰς τὴν βλάβην ἴασίν τινα παρεχόμενος, τοῖς δὲ λοιποῖς ἀσφάλειαν πρὸς τὸ μὴ τοῖς ὁμοίοις περιπεσεῖν. Οἱ τῆς γενεθλιαλογίας ταύτης εὑρεταὶ, καταμαθόντες ὅτι ἐν τῷ πλάτει τοῦ χρόνου πολλὰ τῶν σχημάτων αὐτοὺς διαφεύγει, εἰς στενὸν παντελῶς ἀπέκλεισαν τοῦ χρόνου τὰ μέτρα• ὡς καὶ παρὰ τὸ μικρότατον καὶ ἀκαριαῖον, οἷόν φησιν ὁ ἀπόστολος, τὸ ἐν ἀτόμῳ, καὶ τὸ ἐν ῥιπῇ ὀφθαλμοῦ, μεγίστης οὔσης διαφορᾶς γενέσει πρὸς γένεσιν• καὶ τὸν ἐν τούτῳ τῷ ἀκαριαίῳ γεννηθέντα, τύραννον εἶναι πόλεων, καὶ ἄρχοντα δήμων, ὑπερπλουτοῦντα καὶ δυναστεύοντα• τὸν δὲ ἐν τῇ ἑτέρᾳ ῥοπῇ τοῦ καιροῦ γεννηθέντα, προσαίτην τινὰ καὶ ἀγύρτην, θύρας ἐκ θυρῶν ἀμείβοντα τῆς ἐφ' ἡμέραν τροφῆς ἕνεκα. Διὰ τοῦτο τὸν ζῳοφόρον λεγόμενον κύκλον διελόντες εἰς δώδεκα μέρη, ἐπειδὴ διὰ τριάκοντα ἡμερῶν ἐκβαίνει τὸ δωδέκατον τῆς ἀπλανοῦς λεγομένης σφαίρας ὁ ἥλιος, εἰς τριάκοντα μοίρας τῶν δωδεκατημορίων ἕκαστον διῃρήκασιν. Εἶτα ἑκάστην μοῖραν εἰς ἑξήκοντα διελόντες, ἕκαστον πάλιν τῶν ἑξηκοστῶν ἑξηκοντάκις ἔτεμον. Τιθέντες τοίνυν τὰς γενέσεις τῶν τικτομένων, ἴδωμεν εἰ τὴν ἀκρίβειαν ταύτην τῆς τοῦ χρόνου διαιρέσεως ἀποσῶσαι δυνήσονται. ῾Ομοῦ τε γὰρ ἐτέχθη τὸ παιδίον, καὶ ἡ μαῖα κατασκοπεῖ τὸ γεννηθὲν ἄρρεν ἢ θῆλυ• εἶτα ἀναμένει τὸν κλαυθμὸν, ὅπερ σημεῖόν ἐστι τῆς ζωῆς τοῦ τεχθέντος. Πόσα βούλει ἐν τούτῳ τῷ χρόνῳ παραδραμεῖν ἑξηκοστά; Εἶπε τῷ Χαλδαίῳ τὸ γεννηθέν. Διὰ πόσων, βούλει, θῶμεν τῶν λεπτοτάτων τῆς μαίας τὴν φωνὴν παρελθεῖν• ἄλλως τε καὶ εἰ τύχοι ἔξω τῆς γυναικωνίτιδος ἑστὼς ὁ τὴν ὥραν ἀποτιθέμενος; Δεῖ γὰρ τὸν τὰ ὡροσκοπεῖα καταμαθεῖν μέλλοντα, πρὸς ἀκρίβειαν τὴν ὥραν ἀπογράφεσθαι, εἴτε ἡμερινὰ ταῦτα, εἴτε νυκτερινὰ τυγχάνοι. Πόσων ἑξηκοστῶν σμῆνος ἐν τούτῳ πάλιν παρατρέχει τῷ χρόνῳ; ᾿Ανάγκη γὰρ εὑρεθῆναι τὸν ὡροσκοποῦντα ἀστέρα οὐ μόνον κατὰ πόστου δωδεκατημορίου ἐστὶν, ἀλλὰ καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου, καὶ ἐν πόστῳ ἑξηκοστῷ, εἰς ἃ ἔφαμεν διαιρεῖσθαι τὴν μοῖραν• ἢ, ἵνα τὸ ἀκριβὲς εὑρεθῇ, ἐν πόστῳ ἑξηκοστῷ τῶν ὑποδιῃρημένων ἀπὸ τῶν πρώτων ἑξηκοστῶν. Καὶ ταύτην τὴν οὕτω λεπτὴν καὶ ἀκατάληπτον εὕρεσιν τοῦ χρόνου ἐφ' ἑκάστου τῶν πλανητῶν ἀναγκαῖον εἶναι ποιεῖσθαι λέγουσιν, ὥστε εὑρεθῆναι ποταπὴν εἶχον σχέσιν πρὸς τοὺς ἀπλανεῖς, καὶ ποταπὸν ἦν τὸ σχῆμα αὐτῶν πρὸς ἀλλήλους ἐν τῇ τότε γενέσει τοῦ τικτομένου. ῞Ωστε εἰ τῆς ὥρας ἐπιτυχεῖν ἀκριβῶς ἀδύνατον, ἡ δὲ τοῦ βραχυτάτου παραλλαγὴ τοῦ παντὸς διαμαρτεῖν ποιεῖ, καταγέλαστοι καὶ οἱ περὶ τὴν ἐνύπαρκτον ταύτην τέχνην ἐσχολακότες, καὶ οἱ πρὸς αὐτοὺς κεχηνότες, ὡς δυναμένους εἰδέναι τὰ κατ' αὐτούς. Οἷα δὲ καὶ τὰ ἀποτελεστικά; ῾Ο δεῖνα οὖλος, φησὶ, τὴν τρίχα, καὶ χαροπός• κριῷ γὰρ ἔχει τὴν ὥραν• τοιοῦτον δέ πως ὀφθῆναι τὸ ζῷον. ᾿Αλλὰ καὶ μεγαλόφρων• ἐπειδὴ ἡγεμονικὸν ὁ κριός• καὶ προετικὸς, καὶ πάλιν ποριστικός• ἐπειδὴ τὸ ζῷον τοῦτο καὶ ἀποτίθεται ἀλύπως τὸ ἔριον, καὶ πάλιν παρὰ τῆς φύσεως ῥᾳδίως ἐπαμφιέννυται. ᾿Αλλὰ καὶ ὁ ταυριανὸς τληπαθὴς, φησὶ, καὶ δουλικός• ἐπειδὴ ὑπὸ ζυγὸν ὁ ταῦρος. Καὶ ὁ σκορπιανὸς πλήκτης διὰ τὴν πρὸς τὸ θηρίον ὁμοίωσιν. ῾Ο δὲ ζυγιανὸς δίκαιος, διὰ τὴν παρ' ἡμῖν τῶν ζυγῶν ἰσότητα. Τούτων τί ἂν γένοιτο καταγελαστότερον; ῾Ο κριὸς, ἀφ' οὗ τὴν γένεσιν τοῦ ἀνθρώπου λαμβάνεις, οὐρανοῦ μέρος ἐστὶ τὸ δωδέκατον, ἐν ᾧ γενόμενος ὁ ἥλιος τῶν ἐαρινῶν σημείων ἅπτεται. Καὶ ζυγὸς, καὶ ταῦρος ὡσαύτως, ἕκαστον τούτων δωδεκατημόριόν ἐστι τοῦ ζῳδιακοῦ λεγομένου κύκλου. Πῶς οὖν ἐκεῖθεν τὰς προηγουμένας αἰτίας λέγων ὑπάρχειν τοῖς τῶν ἀνθρώπων βίοις, ἐκ τῶν παρ' ἡμῖν βοσκημάτων τῶν γεννωμένων ἀνθρώπων τὰ ἤθη χαρακτηρίζεις; Εὐμετάδοτος γὰρ ὁ κριανὸς, οὐκ ἐπειδὴ τοιούτου ἤθους ποιητικὸν ἐκεῖνο τὸ μέρος τοῦ οὐρανοῦ, ἀλλ' ἐπειδὴ τοιαύτης φύσεώς ἐστι τὸ πρόβατον. Τί οὖν δυσωπεῖς μὲν ἡμᾶς ἀπὸ τῆς ἀξιοπιστίας τῶν ἄστρων, πείθειν δὲ ἐπιχειρεῖς διὰ τῶν βληχημάτων; Εἰ μὲν γὰρ παρὰ τῶν ζῴων λαβὼν ὁ οὐρανὸς ἔχει τὰ τοιαῦτα τῶν ἠθῶν ἰδιώματα, καὶ αὐτὸς ὑπόκειται ἀλλοτρίαις ἀρχαῖς, ἐκ τῶν βοσκημάτων ἔχων τὰς αἰτίας ἀπηρτημένας• εἰ δὲ καταγέλαστον τοῦτο εἰπεῖν, καταγελαστότερον πολλῷ ἐκ τῶν μηδὲν κοινωνούντων ἐπάγειν ἐπιχειρεῖν τῷ λόγῳ τὰς πιθανότητας. ᾿Αλλὰ ταῦτα μὲν αὐτῶν τὰ σοφὰ τοῖς ἀραχνείοις ὑφάσμασιν ἔοικεν, οἷς ὅταν μὲν κώνωψ, ἢ μυῖα, ἤ τι τῶν παραπλησίως τούτοις ἀσθενῶν ἐνσχεθῇ, καταδεθέντα κρατεῖται• ἐπειδὰν δὲ τῶν ἰσχυροτέρων τι ζῴων ἐγγίσῃ, αὐτό τε ῥᾳδίως διεκπίπτει, καὶ τὰ ἀδρανῆ ὑφάσματα διέρρηξε καὶ ἠφάνισε.
 Καὶ οὐκ ἐπὶ τούτων ἵστανται μόνον, ἀλλὰ καὶ ὧν ἡ προαίρεσις ἑκάστου ἡμῶν κυρία (λέγω δὴ, τῶν ἐπιτηδευμάτων ἀρετῆς ἢ κακίας), καὶ τούτων τὰς αἰτίας τοῖς οὐρανίοις συνάπτουσιν. Οἷς τὸ ἀντιλέγειν ἄλλως μὲν καταγέλαστον, διὰ δὲ τὸ προκατέχεσθαι τοὺς πολλοὺς τῇ ἀπάτῃ, ἀναγκαῖον ἴσως μὴ σιωπῇ παρελθεῖν. Πρῶτον μὲν οὖν ἐκεῖνο αὐτοὺς ἐρωτήσωμεν, εἰ μὴ ἐφ' ἑκάστης ἡμέρας μυριάκις ἀμείβεται τῶν ἀστέρων τὰ σχήματα; ᾿Αεικίνητοι γὰρ ὄντες οἱ πλανῆται λεγόμενοι, καὶ οἱ μὲν θᾶττον ἐπικαταλαμβάνοντες ἀλλήλους, οἱ δὲ βραδυτέρας τὰς περιόδους ποιούμενοι, ἐπὶ τῆς αὐτῆς ὥρας πολλάκις καὶ ὁρῶσιν ἀλλήλους καὶ ἀποκρύπτονται, μεγίστην τε ἔχει δύναμιν ἐν ταῖς γενέσεσι τὸ ἢ παρὰ ἀγαθοποιοῦ ἐφορᾶσθαι, ἢ κακοποιοῦ, ὡς αὐτοὶ λέγουσι. Καὶ πολλάκις καθ' ὃν ἐπεμαρτύρει ὁ ἀγαθοποιὸς ἀστὴρ τὸν καιρὸν οὐκ ἐξευρόντες, παρὰ τὴν ἑνὸς τῶν λεπτοτάτων ἄγνοιαν, ὡς ἐν τῷ κακοδαιμονήματι αὐτὸν κείμενον ἀπεγράψαντο. Τοῖς γὰρ αὐτῶν ἐκείνων συγχρήσασθαι ῥήμασιν ἀναγκάζομαι. ᾿Εν δὴ τοῖς τοιούτοις λόγοις πολὺ μὲν τὸ ἀνόητον, πολλαπλάσιον δὲ τὸ ἀσεβές. Οἱ γὰρ κακοποιοὶ τῶν ἀστέρων τῆς ἑαυτῶν πονηρίας ἐπὶ τὸν ποιήσαντα αὐτοὺς τὴν αἰτίαν μετατιθέασιν. Εἰ μὲν γὰρ ἐκ φύσεως αὐτῶν τὸ κακὸν, ὁ δημιουργὸς ἔσται τοῦ κακοῦ ποιητής• εἰ δὲ προαιρέσει κακύνονται, πρῶτον μὲν ἔσται ζῷα προαιρετικὰ, λελυμέναις καὶ αὐτοκρατορικαῖς ταῖς ὁρμαῖς κεχρημένα• ὃ μανίας ἐστὶν ἐπέκεινα καταψεύδεσθαι τῶν ἀψύχων. ῎Επειτα πόσον τὸ ἄλογον, τὸ κακὸν καὶ τὸ ἀγαθὸν μὴ κατὰ τὴν ἀξίαν διανέμειν ἑκάστῳ, ἀλλ' ἐπειδὴ ἐν τῷδε τῷ τόπῳ γέγονεν, ἀγαθοποιὸν ὑπάρχειν, καὶ ἐπειδὴ ὑπὸ τοῦδε ὁρᾶται, κακοποιὸν γίνεσθαι τὸν αὐτόν• καὶ ἐπειδὰν πάλιν μικρόν τι παρεκκλίνῃ τοῦ σχήματος, εὐθὺς τῆς κακίας ἐπιλανθάνεσθαι; Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Εἰ δὲ καθ' ἕκαστον ἀκαριαῖον τοῦ χρόνου ἐπ' ἄλλο καὶ ἄλλο μεθαρμόζονται σχῆμα, ἐν δὲ ταῖς μυρίαις ταύταις μεταβολαῖς, πολλάκις τῆς ἡμέρας, οἱ τῶν βασιλικῶν γενέσεων ἀποτελοῦνται σχηματισμοὶ, διὰ τί οὐκ ἐφ' ἑκάστης ἡμέρας γεννῶνται βασιλεῖς; ἢ διὰ τί ὅλως πατρικαὶ παρ' αὐτοῖς εἰσι βασιλείας διαδοχαί; Οὐ δήπου γὰρ ἕκαστος τῶν βασιλέων παρατετηρημένως εἰς τὸ βασιλικὸν τῶν ἀστέρων σχῆμα τοῦ ἰδίου υἱοῦ τὴν γένεσιν ἐναρμόζει. Τίς γὰρ ἀνθρώπων κύριος τοῦ τοιούτου; Πῶς οὖν ᾿Οζίας ἐγέννησε τὸν ᾿Ιωάθαμ; ᾿Ιωάθαμ τὸν ῎Αχαζ; ῎Αχαζ τὸν ᾿Εζεκίαν; καὶ οὐδεὶς ἐν τούτοις δουλικῇ συνέτυχεν ὥρᾳ γενέσεως; ῎Επειτα εἰ καὶ τῶν κατὰ κακίαν καὶ ἀρετὴν ἐνεργημάτων οὐκ ἐκ τοῦ ἐφ' ἡμῖν εἰσὶν αἱ ἀρχαὶ, ἀλλ' ἐκ τῆς γενέσεως αἱ ἀνάγκαι, περιττοὶ μὲν οἱ νομοθέται, τὰ πρακτέα ἡμῖν καὶ τὰ φευκτὰ διορίζοντες, περιττοὶ δὲ καὶ οἱ δικασταὶ, ἀρετὴν τιμῶντες, καὶ πονηρίαν κολάζοντες. Οὐ γὰρ τοῦ κλέπτου τὸ ἀδίκημα• οὐδὲ τοῦ φονέως• ᾧ γε οὐδὲ βουλομένῳ δυνατὸν ἦν κρατεῖν τῆς χειρὸς, διὰ τὸ ἀναπόδραστον τῆς ἐπὶ τὰς πράξεις αὐτὸν κατεπειγούσης ἀνάγκης. Ματαιότατοι δὲ πάντων καὶ οἱ περὶ τὰς τέχνας πονούμενοι• ἀλλ' εὐθηνήσει μὲν ὁ γεωργὸς, μήτε σπέρματα καταβάλλων, μήτε δρεπάνην θηξάμενος• ὑπερπλουτήσει δὲ ὁ ἔμπορος, κἂν βούληται, κἂν μὴ, τῆς εἱμαρμένης αὐτῷ συναθροιζούσης τὰ χρήματα. Αἱ δὲ μεγάλαι τῶν Χριστιανῶν ἐλπίδες φροῦδαι ἡμῖν οἰχήσονται, οὔτε δικαιοσύνης τιμωμένης, οὔτε κατακρινομένης τῆς ἁμαρτίας, διὰ τὸ μηδὲν κατὰ προαίρεσιν ὑπὸ τῶν ἀνθρώπων ἐπιτελεῖσθαι. ῞Οπου γὰρ ἀνάγκη καὶ εἱμαρμένη κρατεῖ, οὐδεμίαν ἔχει χώραν τὸ πρὸς ἀξίαν, ὃ τῆς δικαιοκρισίας ἐξαίρετόν ἐστι. Καὶ πρὸς μὲν ἐκείνους, ἐπὶ τοσοῦτον. Οὔτε γὰρ ὑμεῖς πλειόνων δεῖσθε λόγων παρ' ἑαυτῶν ὑγιαίνοντες, ὅ τε καιρὸς οὐκ ἐνδίδωσι πέρα τοῦ μέτρου πρὸς αὐτοὺς ἀποτείνεσθαι.
 Πρὸς δὲ τὰ ἑξῆς τῶν ῥημάτων ἐπανέλθωμεν. ῎Εστωσαν, φησὶν, εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Εἴρηται ἡμῖν τὰ περὶ τῶν σημείων. Καιροὺς δὲ ἡγούμεθα λέγειν τὰς τῶν ὡρῶν ἐναλλαγάς• χειμῶνος, καὶ ἔαρος, καὶ θέρους, καὶ μετοπώρου• ἃς εὐτάκτως περιοδεύειν ἡμᾶς τὸ τεταγμένον τῆς κινήσεως τῶν φωστήρων παρέχει. Χειμὼν μὲν γὰρ γίνεται, τοῖς νοτίοις μέρεσι τοῦ ἡλίου προσδιατρίβοντος, καὶ πολὺ τὸ νυκτερινὸν σκίασμα περὶ τὸν καθ' ἡμᾶς τόπον ἀποτελοῦντος• ὥστε καταψύχεσθαι μὲν τὸν περὶ γῆν ἀέρα, πάσας δὲ τὰς ὑγρὰς ἀναθυμιάσεις συνισταμένας περὶ ἡμᾶς, ὄμβρων τε αἰτίαν καὶ κρυμῶν καὶ νιφάδος ἀμυθήτου παρέχειν. ᾿Επειδὰν δὲ ἐπανιὼν πάλιν ἀπὸ τῶν μεσημβρινῶν χωρίων ἐπὶ τοῦ μέσου γένηται, ὥστε ἐξίσου μερίζειν νυκτὶ πρὸς ἡμέραν τὸν χρόνον, ὅσῳ πλεῖον τοῖς ὑπὲρ γῆς προσδιατρίβει τόποις, τοσούτῳ κατὰ μέρος ἐπανάγει τὴν εὐκρασίαν. Καὶ γίνεται ἔαρ, πᾶσι μὲν φυτοῖς τῆς βλαστήσεως ἀρχηγὸν, δένδρων δὲ τοῖς πλείστοις παρέχον τὴν ἀναβίωσιν, ζῴοις δὲ χερσαίοις καὶ ἐνύδροις ἅπασι τὸ γένος φυλάσσον ἐκ τῆς τῶν ἐπιγινομένων διαδοχῆς. ᾿Εκεῖθεν δὲ ἤδη πρὸς θερινὰς τροπὰς ἐπ' αὐτὴν τὴν ἄρκτον ἀπελαύνων ὁ ἥλιος, τὰς μεγίστας ἡμῖν τῶν ἡμερῶν περιίστησι. Καὶ διὰ τὸ ἐπὶ πλεῖστον προσομιλεῖν τῷ ἀέρι, αὐτόν τε καταφρύσσει τὸν ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρα, καὶ τὴν γῆν πᾶσαν καταξηραίνει, τοῖς τε σπέρμασιν ἐκ τούτου συνεργῶν πρὸς τὴν ἅδρησιν, καὶ τοὺς τῶν δένδρων καρποὺς κατεπείγων ἐπὶ τὴν πέψιν• ὅτε καὶ φλογωδέστατός ἐστιν ἑαυτοῦ ὁ ἥλιος, βραχείας ποιῶν τὰς σκιὰς ἐπὶ τῆς μεσημβρίας, διὰ τὸ ἀφ' ὑψηλοῦ τὸν περὶ ἡμᾶς καταλάμπειν τόπον. Μέγισται γάρ εἰσιν ἡμερῶν, ἐν αἷς βραχύταταί εἰσιν αἱ σκιαὶ, καὶ βραχύταται πάλιν ἡμέραι, αἱ τὰς σκιὰς ἔχουσαι μακροτάτας. Καὶ τοῦτο παρ' ἡμῖν τοῖς ἑτεροσκίοις λεγομένοις ὅσοι τὰ ἀρκτῷα τῆς γῆς ἐποικοῦμεν• ἐπεὶ εἰσί γε ἤδη τινὲς οἱ κατὰ δύο ἡμέρας τοῦ παντὸς ἐνιαυτοῦ καὶ ἄσκιοι παντελῶς κατὰ τὴν μεσημβρίαν γινόμενοι, οὓς κατὰ κορυφῆς ἐπιλάμπων ὁ ἥλιος, ἐξίσου πανταχόθεν περιφωτίζει, ὥστε καὶ τῶν ἐν βάθει φρεάτων τὸ ὕδωρ διὰ στομίων στενῶν καταλάμπεσθαι• ὅθεν αὐτούς τινες καὶ ἀσκίους καλοῦσιν. Οἱ δὲ ἐπέκεινα τῆς ἀρωματοφόρου ἐπ' ἀμφότερα τὰς σκιὰς παραλλάσσουσιν. Μόνοι γὰρ ἐν τῇ καθ' ἡμᾶς οἰκουμένῃ ἐπὶ τὰ νότια κατὰ τὴν μεσημβρίαν τὰς σκιὰς ἀποπέμπουσιν• ὅθεν αὐτούς τινες καὶ ἀμφισκίους ὠνόμασαν. Ταῦτα δὲ πάντα πρὸς τὸ βόρειον μέρος παροδεύσαντος ἤδη γίνεται τοῦ ἡλίου. ᾿Εκ δὲ τούτων εἰκάζειν ἐστὶ τὴν ἐκ τῆς ἡλιακῆς ἀκτῖνος ἐγγινομένην πύρωσιν τῷ ἀέρι, ὅση τίς ἐστι, καὶ ποταπῶν ἀποτελεστικὴ συμπτωμάτων. ᾿Εντεῦθεν διαδεξαμένη ἡμᾶς τοῦ μετοπώρου ἡ ὥρα, ὑποθραύει μὲν τοῦ πνίγους τὸ ὑπερβάλλον, κατὰ μικρὸν δὲ ὑφιεῖσα τῆς θέρμης, διὰ τῆς κατὰ τὴν κρᾶσιν μεσότητος ἀβλαβῶς ἡμᾶς δι' ἑαυτῆς τῷ χειμῶνι προσάγει• δηλονότι τοῦ ἡλίου πάλιν ἀπὸ τῶν προσαρκτίων ἐπὶ τὰ νότια ὑποστρέφοντος. Αὗται τῶν ὡρῶν αἱ περιτροπαὶ, ταῖς κινήσεσιν ἑπόμεναι τοῦ ἡλίου, τὸν βίον ἡμῖν οἰκονομοῦσιν. ῎Εστωσαν δὲ, φησὶ, καὶ εἰς ἡμέρας• οὐχ ὥστε ἡμέρας ποιεῖν, ἀλλ' ὥστε κατάρχειν τῶν ἡμερῶν. ῾Ημέρα γὰρ καὶ νὺξ πρεσβύτερα τῆς τῶν φωστήρων γενέσεως. Τοῦτο γὰρ ἐνδείκνυται ἡμῖν καὶ ὁ ψαλμὸς λέγων• ῎Εθετο ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός. Πῶς οὖν ἔχει τὴν ἐξουσίαν τῆς ἡμέρας ὁ ἥλιος; ῞Οτι τὸ φῶς ἐν ἑαυτῷ περιφέρων, ἐπειδάν ποτε τὸν καθ' ἡμᾶς ὁρίζοντα ὑπεράρῃ, ἡμέραν παρέχει διαλύσας τὸ σκότος. ῞Ωστε οὐκ ἄν τις ἁμάρτοι, ἡμέραν ὁρισάμενος εἶναι τὸν ὑπὸ τοῦ ἡλίου πεφωτισμένον ἀέρα• ἢ, ἡμέραν εἶναι χρόνου μέτρον ἐν ᾧ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ ὁ ἥλιος διατρίβει. ᾿Αλλὰ καὶ εἰς ἐνιαυτοὺς ἐτάχθησαν ἥλιος καὶ σελήνη. Σελήνη μὲν ἐπειδὰν δωδεκάκις τὸν ἑαυτῆς ἐκτελέσῃ δρόμον, ἐνιαυτοῦ ἐστι ποιητική• πλὴν ὅτι μηνὸς ἐμβολίμου δεῖται πολλάκις πρὸς τὴν ἀκριβῆ τῶν ὡρῶν συνδρομήν, ὡς ῾Εβραῖοι τὸ παλαιὸν τὸν ἐνιαυτὸν ἦγον καὶ τῶν ῾Ελλήνων οἱ ἀρχαιότατοι. ῾Ηλιακὸς δέ ἐστιν ἐνιαυτὸς ἡ ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον κατὰ τὴν οἰκείαν κίνησιν τοῦ ἡλίου ἀποκατάστασις.
 Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους. ᾿Επειδὴ τὸ μέγα τὸ μὲν ἀπόλυτον ἔχει τὴν ἔννοιαν• ὡς μέγας ὁ οὐρανὸς, καὶ μεγάλη ἡ γῆ, καὶ μεγάλη ἡ θάλασσα• τὰ δὲ ὡς τὰ πολλὰ πέφυκε πρὸς ἕτερον ἀναφέρεσθαι• ὡς μέγας ὁ ἵππος, καὶ ὁ βοῦς μέγας (οὐ γὰρ ἐν τῇ ὑπερβολῇ τῶν τοῦ σώματος ὄγκων, ἀλλ' ἐν τῇ πρὸς τὰ ὅμοια παραθέσει τὴν μαρτυρίαν τοῦ μεγέθους τὰ τοιαῦτα λαμβάνει)• πῶς τοίνυν τοῦ μεγάλου τὴν ἔννοιαν ἐκδεξόμεθα; Πότερον ὡς τὸν μύρμηκα, ἢ ἄλλο τι τῶν φύσει μικρῶν, μέγα προσαγορεύομεν διὰ τὴν πρὸς τὰ ὁμογενῆ σύγκρισιν τὴν ὑπεροχὴν μαρτυροῦντες; ἢ τὸ μέγα νῦν οὕτως, ὡς ἐν τῇ οἰκείᾳ τῶν φωστήρων κατασκευῇ τοῦ μεγέθους ἐμφαινομένου; ᾿Εγὼ μὲν οἶμαι τοῦτο. Οὐ γὰρ ἐπειδὴ μείζους τῶν μικροτέρων ἀστέρων, διὰ τοῦτο μεγάλοι• ἀλλ' ἐπειδὴ τοσοῦτοι τὴν περιγραφὴν, ὥστε ἐξαρκεῖν τὴν ἀπ' αὐτῶν ἀναχεομένην αὐγὴν καὶ οὐρανὸν περιλάμπειν καὶ τὸν ἀέρα, καὶ ὁμοῦ πάσῃ τῇ γῇ καὶ τῇ θαλάσσῃ συμπαρεκτείνεσθαι. Οἵ γε κατὰ πᾶν μέρος τοῦ οὐρανοῦ γινόμενοι, καὶ ἀνατέλλοντες καὶ δυόμενοι καὶ τὸ μέσον ἐπέχοντες, ἴσοι πανταχόθεν τοῖς ἀνθρώποις προφαίνονται, ὅπερ ἀπόδειξιν ἔχει σαφῆ τῆς τοῦ μεγέθους περιουσίας, τῷ μηδὲν αὐτοῖς ἐπισημαίνειν τὸ πλάτος τῆς γῆς πρὸς τὸ μείζονας δοκεῖν ἢ ἐλάττονας εἶναι. Τὰ μὲν γὰρ πόρρωθεν ἀφεστῶτα μικρότερά πως ὁρῶμεν, οἷς δ' ἂν μᾶλλον ἐγγίσωμεν, μᾶλλον αὐτῶν τὸ μέγεθος ἐξευρίσκομεν. Τῷ δὲ ἡλίῳ οὐδείς ἐστιν ἐγγυτέρω καὶ οὐδεὶς πορρωτέρω, ἀλλὰ ἀπ' ἴσου τοῦ διαστήματος τοῖς κατὰ πᾶν μέρος τῆς γῆς κατῳκισμένοις προσβάλλει. Σημεῖον δὲ, ὅτι καὶ ᾿Ινδοὶ καὶ Βρεττανοὶ τὸν ἴσον βλέπουσιν. Οὔτε γὰρ τοῖς τὴν ἑῴαν οἰκοῦσι καταδυόμενος τοῦ μεγέθους ὑφίησιν, οὔτε τοῖς πρὸς δυσμαῖς κατῳκισμένοις ἀνατέλλων ἐλάττων φαίνεται• οὔτε μὴν ἐν τῷ μεσουρανήματι γινόμενος, τῆς ἐφ' ἑκάτερα ὄψεως παραλλάττει. Μὴ ἐξαπατάτω σε τὸ φαινόμενον• μηδ’ ὅτι πηχυαῖος τοῖς ὁρῶσι δοκεῖ, τοσοῦτον αὐτὸν εἶναι λογίσῃ. Συναιρεῖσθαι γὰρ πέφυκεν ἐν τοῖς μεγίστοις διαστήμασι τὰ μεγέθη τῶν ὁρωμένων, τῆς ὁρατικῆς δυνάμεως οὐκ ἐξικνουμένης τὸν μεταξὺ τόπον διαπερᾶν, ἀλλ' οἱονεὶ ἐνδαπανωμένης τῷ μέσῳ, καὶ κατ' ὀλίγον αὐτῆς μέρος προσβαλλούσης τοῖς ὁρατοῖς. Μικρὰ οὖν ἡ ὄψις ἡμῶν γινομένη, μικρὰ ἐποίησε νομίζεσθαι τὰ ὁρώμενα, τὸ οἰκεῖον πάθος τοῖς ὁρατοῖς ἐπιφέρουσα. ῞Ωστε ψεύδεται ἡ ὄψις, ἄπιστον τὸ κριτήριον. ῾Υπομνήσθητι δὲ τῶν οἰκείων παθῶν, καὶ παρὰ σεαυτοῦ ἕξεις τῶν λεγομένων τὴν πίστιν. Εἴ ποτε ἀπὸ ἀκρωρείας μεγάλης πεδίον εἶδες πολύ τε καὶ ὕπτιον, ἡλίκα μέν σοι τῶν βοῶν κατεφάνη τὰ ζεύγη; πηλίκοι δὲ οἱ ἀροτῆρες αὐτοί; Εἰ μὴ μυρμήκων τινά σοι παρέσχον φαντασίαν; Εἰ δὲ καὶ ἀπὸ σκοπιᾶς ἐπὶ μέγα πέλαγος τετραμμένης τῇ θαλάσσῃ τὰς ὄψεις ἐπέβαλες, ἡλίκαι μέν σοι ἔδοξαν εἶναι τῶν νήσων αἱ μέγισται; πηλίκη δέ σοι κατεφάνη μία τῶν μυριοφόρων ὁλκάδων λευκοῖς ἱστίοις ὑπὲρ κυανῆς κομιζομένη θαλάσσης; Εἰ μὴ πάσης περιστερᾶς μικροτέραν σοι παρέσχετο τὴν φαντασίαν; Διότι, καθάπερ ἔφην, ἐνδαπανηθεῖσα τῷ ἀέρι ἡ ὄψις, ἐξίτηλος γινομένη, πρὸς τὴν ἀκριβῆ κατάληψιν τῶν ὁρωμένων οὐκ ἐξαρκεῖ. ῎Ηδη δέ που καὶ τῶν ὀρῶν τὰ μέγιστα βαθείαις φάραγξιν ἐκτετμημένα, περιφερῆ καὶ λεῖα ἡ ὄψις εἶναί φησι, ταῖς ἐξοχαῖς προσβάλλουσα μόναις, ταῖς δὲ μεταξὺ κοιλότησιν ἐμβῆναι δι' ἀτονίαν μὴ δυναμένη. Οὕτως οὐδὲ τὰ σχήματα τῶν σωμάτων ὁποῖά ἐστι διασώζει, ἀλλὰ περιφερεῖς οἴεται εἶναι τοὺς τετραγώνους τῶν πύργων. ῞Ωστε πανταχόθεν δῆλον, ὅτι ἐν ταῖς μεγίσταις ἀποστάσεσιν οὐκ ἔναρθρον ἀλλὰ συγκεχυμένην τῶν σωμάτων λαμβάνει τὴν εἰκασίαν. Μέγας οὖν ὁ φωστὴρ, κατὰ τὴν τῆς Γραφῆς μαρτυρίαν, καὶ ἀπειροπλασίων τοῦ φαινομένου.
 Κἀκεῖνο δέ σοι ἐναργὲς ἔστω τοῦ μεγέθους σημεῖον. ᾿Απείρων ὄντων τῷ πλήθει τῶν κατ' οὐρανὸν ἀστέρων, τὸ παρ' αὐτῶν συνερανιζόμενον φῶς οὐκ ἐξαρκεῖ τῆς νυκτὸς τὴν κατήφειαν διαλῦσαι. Μόνος δὲ οὗτος ὑπερφανεὶς τοῦ ὁρίζοντος, μᾶλλον δὲ ἔτι καὶ προσδοκώμενος, πρὶν καὶ ὑπερσχεῖν ὅλως τῆς γῆς, ἠφάνισε μὲν τὸ σκότος, ὑπερηύγασε δὲ τοὺς ἀστέρας, καὶ πεπηγότα τέως καὶ συμπεπιλημένον τὸν περὶ γῆν ἀέρα κατέτηξε καὶ διέχεεν. ῞Οθεν καὶ ἄνεμοι ἑωθινοὶ καὶ δρόσοι ἐν αἰθρίᾳ τὴν γῆν περιρρέουσι. Τοσαύτην δὲ οὖσαν τὴν γῆν πῶς ἂν ἠδυνήθη ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν πᾶσαν καταφωτίζειν, εἰ μὴ ἀπὸ μεγάλου τοῦ κύκλου τὴν αὐγὴν ἐπηφίει; ᾿Ενταῦθά μοι τὴν σοφίαν τοῦ τεχνίτου κατάμαθε, πῶς τῷ διαστήματι τούτῳ σύμμετρον ἔδωκεν αὐτῷ τὴν θερμότητα. Τοσοῦτον γάρ ἐστιν αὐτοῦ τὸ πυρῶδες, ὡς μήτε δι' ὑπερβολὴν καταφλέξαι τὴν γῆν, μήτε διὰ τὴν ἔλλειψιν κατεψυγμένην αὐτὴν καὶ ἄγονον ἀπολιπεῖν. ᾿Αδελφὰ δὲ τοῖς εἰρημένοις καὶ τὰ περὶ τῆς σελήνης νοείσθω. Μέγα γὰρ καὶ τὸ ταύτης σῶμα, καὶ φανότατόν γε μετὰ τὸν ἥλιον. Οὐκ ἀεὶ μέντοι ὁρατὸν αὐτῆς διαμένει τὸ μέγεθος• ἀλλὰ νῦν μὲν ἀπηρτισμένη τῷ κύκλῳ, νῦν δὲ ἐλλείπουσα καὶ μειουμένη φαίνεται, καθ' ἕτερον ἑαυτῆς μέρος προδεικνῦσα τὸ λεῖπον. ῎Αλλῳ μὲν γὰρ μέρει σκιάζεται αὐξομένη, ἄλλο δὲ μέρος αὐτῆς ἐν τῷ καιρῷ τῆς λήξεως ἀποκρύπτεται. Λόγος δέ τις ἄρρητος τοῦ σοφοῦ δημιουργοῦ τῆς ποικίλης ταύτης ἐναλλαγῆς τῶν σχημάτων. ῍Η γὰρ ὥστε ἡμῖν ὑπόδειγμα ἐναργὲς παρέχειν τῆς ἡμετέρας φύσεως• ὅτι οὐδὲν μόνιμον τῶν ἀνθρωπίνων, ἀλλὰ τὰ μὲν ἐκ τοῦ μὴ ὄντος πρόεισιν εἰς τὸ τέλειον, τὰ δὲ πρὸς τὴν οἰκείαν ἀκμὴν φθάσαντα καὶ τὸ ἀκρότατον μέτρον ἑαυτῶν αὐξηθέντα, πάλιν ταῖς κατὰ μικρὸν ὑφαιρέσεσι φθίνει τε καὶ διόλλυται, καὶ μειούμενα καθαιρεῖται. ῞Ωστε ἐκ τοῦ κατὰ τὴν σελήνην θεάματος παιδεύεσθαι ἡμᾶς τὰ ἡμέτερα, καὶ τῆς ταχείας τῶν ἀνθρωπίνων περιτροπῆς λαμβάνοντας ἔννοιαν, μὴ μέγα φρονεῖν ταῖς εὐημερίαις τοῦ βίου, μὴ ἐπαγάλλεσθαι δυναστείαις, μὴ ἐπαίρεσθαι πλούτου ἀδηλότητι, περιφρονεῖν τῆς σαρκὸς περὶ ἣν ἡ ἀλλοίωσις, ἐπιμελεῖσθαι δὲ τῆς ψυχῆς ἧς τὸ ἀγαθόν ἐστιν ἀκίνητον. Εἰ δὲ λυπεῖ σε ἡ σελήνη ταῖς κατὰ μικρὸν ὑφαιρέσεσι τὸ φέγγος ἐξαναλίσκουσα• λυπείτω σε πλέον ψυχὴ ἀρετὴν κτησαμένη, καὶ διὰ ἀπροσεξίας τὸ καλὸν ἀφανίζουσα, καὶ μηδέποτε ἐπὶ τῆς αὐτῆς διαθέσεως μένουσα, ἀλλὰ πυκνὰ τρεπομένη καὶ μεταβαλλομένη διὰ τὸ τῆς γνώμης ἀνίδρυτον. Τῷ ὄντι γὰρ, κατὰ τὸ εἰρημένον, ῾Ο ἄφρων ὡς σελήνη ἀλλοιοῦται. Οἶμαι δὲ καὶ τῇ τῶν ζῴων κατασκευῇ, καὶ τοῖς λοιποῖς τοῖς ἀπὸ γῆς φυομένοις, μὴ μικρὰν ὑπάρχειν ἐκ τῆς κατὰ τὴν σελήνην μεταβολῆς τὴν συντέλειαν. ῎Αλλως γὰρ διατίθεται μειουμένης αὐτῆς, καὶ ἄλλως αὐξομένης τὰ σώματα• νῦν μὲν ληγούσης ἀραιὰ γιγνόμενα καὶ κενὰ, νῦν δὲ αὐξομένης καὶ πρὸς τὸ πλῆρες ἐπειγομένης καὶ αὐτὰ πάλιν ἀναπληρούμενα• διότι ὑγρότητά τινα θερμότητι κεκραμένην ἐπὶ τὸ βάθος φθάνουσαν λεληθότως ἐνίησι. Δηλοῦσι δὲ οἱ καθεύδοντες ὑπὸ σελήνην, ὑγρότητος περισσῆς τὰς τῆς κεφαλῆς εὐρυχωρίας πληρούμενοι• καὶ τὰ νεοσφαγῆ τῶν κρεῶν ταχὺ τρεπόμενα τῇ προσβολῇ τῆς σελήνης• καὶ ζῴων ἐγκέφαλοι• καὶ τῶν θαλαττίων τὰ ὑγρότατα• καὶ αἱ τῶν δένδρων ἐντεριῶναι. ῝Α πάντα οὐκ ἂν ἐξήρκεσε τῇ ἑαυτῆς ἀλλοιώσει συμμεθιστᾶν, εἰ μὴ ὑπερφυές τι ἦν καὶ ὑπερέχον δυνάμει κατὰ τὴν τῆς Γραφῆς μαρτυρίαν.
 Καὶ τὰ περὶ τὸν ἀέρα δὲ πάθη ταῖς μεταβολαῖς ταύτης συνδιατίθεται, ὡς μαρτυροῦσιν ἡμῖν αἵ τε κατὰ τὴν νουμηνίαν πολλάκις ἀπὸ γαλήνης καὶ νηνεμίας αἰφνίδιοι ταραχαὶ, νεφῶν κλονουμένων καὶ συμπιπτόντων ἀλλήλοις, καὶ αἱ περὶ τοὺς εὐρίπους παλίρροιαι, καὶ ἡ περὶ τὸν λεγόμενον ὠκεανὸν ἄμπωτις, ἣν ταῖς περιόδοις τῆς σελήνης τεταγμένως ἑπομένην ἐξεῦρον οἱ προσοικοῦντες. Οἱ μὲν γὰρ εὔριποι μεταρρέουσιν ἐφ' ἑκάτερα κατὰ τὰ λοιπὰ σχήματα τῆς σελήνης• ἐν δὲ τῷ καιρῷ τῆς γενέσεως οὐδὲ τὸ βραχύτατον ἀτρεμοῦσιν, ἀλλ' ἐν σάλῳ καὶ ταλαντώσει διηνεκεῖ καθεστήκασιν, ἕως ἂν ἐκφανεῖσα πάλιν, ἀκολουθίαν τινὰ τῇ παλιρροίᾳ παράσχηται. ῾Η δὲ ἑσπερία θάλασσα τὰς ἀμπώτεις ὑφίσταται, νῦν μὲν ὑπονοστοῦσα, πάλιν δὲ ἐπικλύζουσα, ὥσπερ ἀναπνοαῖς τῆς σελήνης ὑφελκομένη πρὸς τὸ ὀπίσω, καὶ πάλιν ταῖς ἀπ' αὐτῆς ἐμπνοίαις, εἰς τὸ οἰκεῖον μέτρον προωθουμένη. Ταῦτά μοι εἴρηται πρὸς ἀπόδειξιν τοῦ κατὰ τοὺς φωστῆρας μεγέθους, καὶ σύστασιν τοῦ μηδὲ μέχρι συλλαβῆς ἀργόν τι εἶναι τῶν θεοπνεύστων ῥημάτων• καίτοι γε οὐδενὸς ἥψατο σχεδὸν τῶν καιρίων ὁ λόγος• πολλὰ γὰρ περὶ μεγεθῶν καὶ ἀποστημάτων ἡλίου καὶ σελήνης ἐστὶν ἐξευρεῖν τοῖς λογισμοῖς, τὸν μὴ παρέργως τὰς ἐνεργείας αὐτῶν καὶ τὰς δυνάμεις ἐπεσκεμμένον. Εὐγνωμόνως οὖν δεῖ κατηγορεῖν ἡμᾶς τῆς ἑαυτῶν ἀσθενείας, ἵνα μὴ τῷ ἡμετέρῳ λόγῳ μετρῆται τῶν δημιουργημάτων τὰ μέγιστα, ἀλλὰ ἐξ ὀλίγων τῶν εἰρημένων παρ' ἑαυτοῖς ἀναλογίζεσθαι, πόσα τινά ἐστι καὶ πηλίκα τὰ παρεθέντα. Μὴ τοίνυν μηδὲ σελήνην ὀφθαλμῷ μετρήσῃς, ἀλλὰ λογισμῷ, ὃς πολλῷ τῶν ὀφθαλμῶν ἀκριβέστερός ἐστι πρὸς ἀληθείας εὕρεσιν. Μῦθοί τινες καταγέλαστοι ὑπὸ γραϊδίων κωθωνιζομένων παραληρούμενοι πανταχοῦ διεδόθησαν, ὅτι μαγγανείαις τισὶ τῆς οἰκείας ἕδρας ἀποκινηθεῖσα σελήνη πρὸς γῆν καταφέρεται. Πῶς μὲν οὖν κινήσει γοήτων ἐπαοιδὴ, ἣν αὐτὸς ἐθεμελίωσεν ὁ ῞Υψιστος; Ποῖος δ' ἂν καὶ τόπος κατασπασθεῖσαν αὐτὴν ὑπεδέξατο; Βούλει ἀπὸ μικρῶν τεκμηρίων λαβεῖν τοῦ μεγέθους αὐτῆς τὴν ἀπόδειξιν; Αἱ κατὰ τὴν οἰκουμένην πόλεις πλεῖστον ἀλλήλων ἀπῳκισμέναι ταῖς κατὰ τὴν ἀνατολὴν τετραμμέναις ῥυμοτομίαις, ἐξίσου πᾶσαι τὸ σεληναῖον φῶς ὑποδέχονται. Αἷς εἰ μὴ πάσαις ἀντιπρόσωπος ἦν, τοὺς μὲν ἐπ' εὐθείας τῶν στενωπῶν πάντως ἂν κατεφώτισε, τοὺς δὲ τὸ πλάτος αὐτῆς ὑπερπίπτοντας ἐγκεκλιμέναις ἂν ταῖς αὐγαῖς ἐπὶ τὰ πλάγια παραφερομέναις προσέβαλλεν. ῞Οπερ καὶ ἐπὶ τῶν λύχνων ἐστὶν ἰδεῖν κατὰ τοὺς οἴκους γινόμενον. ᾿Επειδὰν πλείους περιστῶσιν αὐτὸν, ἡ μὲν τοῦ κατ' εὐθεῖαν ἑστῶτος σκιὰ πρὸς τὸ ὄρθιον ἀποτείνεται, αἱ δὲ λοιπαὶ καθ' ἑκάτερον μέρος ἐκκλίνουσιν. ῞Ωστε εἰ μὴ ἄπλετόν τι ἦν καὶ ὑπερέχον μεγέθει τὸ σεληνιακὸν σῶμα, οὐκ ἂν ὁμοίως ἀντιπαρετείνετο πᾶσιν. ῾Ομοίως γὰρ αὐτῆς ἀπὸ τῶν ἰσημερινῶν τόπων ἀνατελλούσης οἵ τε προσοικοῦντες τῇ κατεψυγμένῃ καὶ ὑπὸ τὰς περιστροφὰς τῆς ἄρκτου κείμενοι μεταλαμβάνουσι, καὶ οἱ κατὰ τὰ κοῖλα τῆς μεσημβρίας τῆς διακεκαυμένης γείτονες• οἷς πᾶσι κατὰ τὸ πλάτος ἀντιπαρήκουσα, σαφεστάτην μαρτυρίαν τοῦ μεγέθους παρέχεται. Τίς οὖν ἀντερεῖ μὴ οὐχὶ παμμέγεθες αὐτῆς εἶναι τὸ σῶμα, τὸ τηλικούτοις ὁμοῦ καὶ τοσούτοις διαστήμασιν ἐξισούμενον; Καὶ τὰ μὲν περὶ μεγεθῶν ἡλίου καὶ σελήνης ἐπὶ τοσοῦτον. ῾Ημῖν δὲ ὁ χαρισάμενος διάνοιαν ἐκ τῶν μικροτάτων τῆς κτίσεως τὴν μεγάλην τοῦ τεχνίτου σοφίαν καταμανθάνειν, παράσχοι καὶ ἐκ τῶν μεγάλων μείζονας λαμβάνειν τὰς ἐννοίας τοῦ κτίσαντος. Καίτοιγε συγκρίσει τοῦ ποιητοῦ, ἥλιος καὶ σελήνη ἐμπίδος καὶ μύρμηκος ἐπέχουσι λόγον. Οὐ γάρ ἐστιν ἀξίαν τοῦ μεγέθους τοῦ Θεοῦ τῶν ὅλων ἐκ τούτων λαβεῖν τὴν θεωρίαν, ἀλλὰ μικραῖς τισι καὶ ἀμυδραῖς ἐμφάσεσι δι' αὐτῶν προβιβασθῆναι, ὥσπερ καὶ δι' ἑκάστου τῶν μικροτάτων ἐν ζῴοις ἢ ἐν βοτάναις. ᾿Αρκέσθωμεν τοῖς εἰρημένοις• ἐγὼ μὲν εὐχαριστήσας τῷ τὴν μικράν μοι ταύτην διακονίαν τοῦ λόγου χαρισαμένῳ, ὑμεῖς δὲ τῷ διατρέφοντι ὑμᾶς ταῖς πνευματικαῖς τροφαῖς, ὃς καὶ νῦν ὑμᾶς οἷον κριθίνῳ τινὶ ἄρτῳ τῇ εὐτελείᾳ τῆς ἡμετέρας φωνῆς διέθρεψε• καὶ διατρέφοι γε εἰς ἀεὶ, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως χαριζόμενος ὑμῖν τὴν φανέρωσιν τοῦ Πνεύματος, ἐν Χριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.


Περὶ βλαστήσεως γής



OMIΛΙΑ ε.

Περὶ βλαστήσεως γῆς
 
Καὶ εἶπεν ὁ Θεός  βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν κατὰ γένος, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ. ᾿Ακολούθως μετὰ τὸ ἀναπαύσασθαι τὴν γῆν ἀποσκευασαμένην τὸ βάρος τοῦ ὕδατος, τὸ πρόσταγμα αὐτῇ γέγονε βλαστῆσαι πρῶτον βοτάνην, ἔπειτα ξύλον• ὅπερ ἔτι καὶ νῦν ὁρῶμεν γινόμενον. ῾Η γὰρ τότε φωνὴ, καὶ τὸ πρῶτον ἐκεῖνο πρόσταγμα, οἷον νόμος τις ἐγένετο φύσεως, καὶ ἐναπέμεινε τῇ γῇ, τὴν τοῦ γεννᾶν αὐτῇ καὶ καρποφορεῖν δύναμιν εἰς τὸ ἑξῆς παρεχόμενος. Βλαστησάτω ἡ γῆ. Πρῶτόν ἐστιν ἐν τῇ γενέσει τῶν φυομένων ἡ βλάστησις  ἔπειτα, ὅταν προκύψῃ μικρὸν τὰ βλαστήματα, βοτάνη γίνεται• εἶτ' ἐπειδὰν αὐξηθῇ, χόρτος ἐστὶ, κατὰ μικρὸν διαρθρουμένων τῶν φυομένων, καὶ μέχρι τῆς ἐπὶ τὸ σπέρμα τελειώσεως προϊόντων. Τὸ γὰρ χλοερὸν καὶ ποάζον παραπλήσιόν ἐστιν ἁπάντων. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Καθ' ἑαυτὴν ἡ γῆ προφερέτω τὴν βλάστησιν, οὐδεμιᾶς συνεργείας ἑτέρωθεν δεομένη. ᾿Επειδή τινες οἴονται τὸν ἥλιον αἴτιον εἶναι τῶν ἀπὸ τῆς γῆς φυομένων, τῇ ὁλκῇ τοῦ θερμοῦ πρὸς τὴν ἐπιφάνειαν τὴν ἐκ τοῦ βάθους δύναμιν ἐπισπώμενον, διὰ τοῦτο πρεσβυτέρα τοῦ ἡλίου ἡ περὶ γῆν διακόσμησις• ἵνα καὶ τοῦ προσκυνεῖν τὸν ἥλιον, ὡς αὐτὸν τὴν αἰτίαν τῆς ζωῆς παρεχόμενον, οἱ πεπλανημένοι παύσωνται. ᾿Εὰν ἄρα πεισθῶσιν, ὅτι πρὸ τῆς ἐκείνου γενέσεως τὰ περὶ τὴν γῆν πάντα διακεκόσμητο, καὶ τοῦ ἀμέτρου περὶ αὐτὸν θαύματος καθυφῶσιν, ἐνθυμηθέντες ὅτι χόρτου καὶ βοτάνης νεώτερός ἐστι κατὰ τὴν γένεσιν. ῏Αρα οὖν τοῖς μὲν βοσκήμασιν ἡ τροφὴ προαπετέθη, τὸ δὲ ἡμέτερον οὐδεμιᾶς ἐφάνη προνοίας ἄξιον; ᾿Αλλὰ μάλιστα μὲν ὁ βουσὶ καὶ ἵπποις τὸν χιλὸν προαποθέμενος, σοὶ τὸν πλοῦτον καὶ τὴν ἀπόλαυσιν παρασκευάζει. ῾Ο γὰρ τὰ κτήματα σου διατρέφων, τὴν σὴν συναύξει τοῦ βίου κατασκευήν. ῎Επειτα, ἡ τῶν σπερμάτων γένεσις τί ἄλλο ἐστὶ, καὶ οὐχὶ τῆς σῆς διαγωγῆς παρασκευή; πρὸς τῷ πολλὰ τῶν ἐν πόαις ἔτι καὶ λαχάνοις ὄντων, τροφὴν ἀνθρώπων ὑπάρχειν.

Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα, φησὶ, κατὰ γένος. ῞Ωστε κἄν τι γένος βοτάνης ἑτέροις διαφέρῃ, κἀκείνων τὸ κέρδος πρὸς ἡμᾶς ἐπανέρχεται, καὶ ἡμῖν ἡ χρῆσις τῶν σπερμάτων ἀφώρισται• ὥστε εἶναι τὸν νοῦν τῶν εἰρημένων τοιοῦτον, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ σπέρμα σπεῖρον κατὰ γένος. Οὕτω γὰρ καὶ τὸ τῆς λέξεως ἀκόλουθον ἀποκαταστῆναι δυνήσεται, ἀκαταλλήλως νῦν τῆς συντάξεως ἔχειν δοκούσης, καὶ τὸ ἀναγκαῖον τῶν ὑπὸ τῆς φύσεως οἰκονομουμένων διασωθήσεται. Πρῶτον μὲν γὰρ βλάστησις, εἶτα χλοὴ, εἶτα χόρτου αὔξησις, εἶτα ὁ ἀπαρτισμὸς τῶν αὐξομένων διὰ τοῦ σπέρματος. Πῶς οὖν, φασὶ, πάντα εἶναι τὰ ἐκ τῆς γῆς φυόμενα σπερματικὰ ὁ λόγος ἐνδείκνυται, ὅπου γε οὔτε κάλαμος, οὔτε ἄγρωστις, οὔτε ἡ μίνθη, οὐ κρόκος, οὐ σκόροδον, οὐ βούτομον, οὐδ' ἄλλα μυρία γένη φυτῶν σπερματίζοντα φαίνεται; Πρὸς δὴ τοῦτό φαμεν, ὅτι πολλὰ τῶν φυομένων ἐκ τῆς γῆς ἐπὶ τοῦ πυθμένος καὶ τῆς ῥίζης ἔχει τὴν δύναμιν τῶν σπερμάτων. ῞Ωσπερ ὁ κάλαμος, μετὰ τὴν ἐπέτειον αὔξησιν, ἀπὸ τῆς ῥίζης ἀφίησί τινα προβολὴν, σπέρματος λόγον ἔχουσαν, πρὸς τὸ μέλλον. Τοῦτο δὲ ποιεῖ καὶ ἄλλα μυρία, ὅσα διὰ γῆς νεμόμενα ἐν ταῖς ῥίζαις τὴν διαδοχὴν κέκτηται. ῞Ωστε παντός ἐστιν ἀληθέστερον τὸ, ἑκάστῳ τῶν φυομένων ἢ σπέρμα εἶναι, ἢ δύναμίν τινα σπερματικὴν ἐνυπάρχειν. Καὶ τοῦτό ἐστι τὸ, Κατὰ γένος. Οὐ γὰρ ἡ προβολὴ τοῦ καλάμου ἐλαίας ἐστὶ ποιητικὴ, ἀλλὰ ἐκ καλάμου μὲν ἕτερος κάλαμος, ἐκ δὲ τῶν σπερμάτων τὰ συγγενῆ τοῖς καταβληθεῖσιν ἀποβλαστάνει. Καὶ οὕτω τὸ ἐν τῇ πρώτῃ γενέσει προβληθὲν παρὰ τῆς γῆς, μέχρι νῦν διασώζεται, τῇ ἀκολουθίᾳ τῆς διαδοχῆς φυλασσομένου τοῦ γένους. Βλαστησάτω ἡ γῆ. Νόησόν μοι ἐκ μικρᾶς φωνῆς, καὶ προστάγματος οὕτω βραχέος, τὴν κατεψυγμένην καὶ ἄγονον ὠδίνουσαν ἀθρόως καὶ πρὸς καρπογονίαν συγκινουμένην, ὥσπερ τινὰ σκυθρωπὴν καὶ πενθήρη ἀπορρίψασαν περιβολὴν, μεταμφιεννυμένην τὴν φαιδροτέραν καὶ τοῖς οἰκείοις κόσμοις ἀγαλλομένην, καὶ τὰ μυρία γένη τῶν φυομένων προβάλλουσαν. Βούλομαί σοι σφοδρότερον τῆς κτίσεως ἐνιδρυνθῆναι τὸ θαῦμα, ἵν' ὅπου περ ἂν εὑρεθῇς, καὶ ὁποίῳ δήποτε γένει τῶν φυομένων παραστῇς, ἐναργῆ λαμβάνῃς τοῦ ποιήσαντος τὴν ὑπόμνησιν. Πρῶτον μὲν οὖν ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος, εἰς ἔννοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως, μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ ῾Ησαΐου, ὅτι Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημερίας, καιριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκε τῆς εἰκόνος. Σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος, καὶ ἀνυπόστατος τὴν ὁρμὴν, αὔριον ὁ αὐτὸς οὗτος ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ἢ νόσῳ διαλυθείς. ῾Ο δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ• καὶ πλῆθος περὶ αὐτὸν κολάκων• δορυφορία φίλων προσποιητῶν τὴν ἀπ' αὐτοῦ χάριν θεραπευόντων• πλῆθος συγγενείας, καὶ ταύτης κατεσχηματισμένης• ἑσμὸς τῶν ἐφεπομένων μυρίος τῶν τε ἐπὶ σιτίων καὶ τῶν κατὰ τὰς χρείας αὐτῷ προσεδρευόντων, οὓς καὶ προϊὼν καὶ πάλιν ἐπανιὼν ἐπισυρόμενος ἐπίφθονός ἐστι τοῖς ἐντυγχάνουσι. Πρόσθες τῷ πλούτῳ καὶ πολιτικήν τινα δυναστείαν, ἢ καὶ τὰς ἐκ βασιλέων τιμάς• ἢ ἐθνῶν ἐπιμέλειαν• ἢ στρατοπέδων ἡγεμονίαν• τὸν κήρυκα μέγα βοῶντα πρὸ αὐτοῦ• τοὺς ῥαβδούχους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας τὰς πληγάς• τὰς δημεύσεις• τὰς ἀπαγωγάς• τὰ δεσμωτήρια, ἐξ ὧν ἀφόρητος ὁ παρὰ τῶν ὑποχειρίων συναθροίζεται φόβος. Καὶ τί μετὰ τοῦτο; Μία νὺξ, ἢ πυρετὸς εἷς, ἢ πλευρῖτις, ἢ περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον οἴχεται, πᾶσαν τὴν κατ' αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα, καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον ἀπηλέγχθη. ῞Ωστε ἐπιτέτευκται τῷ προφήτῃ ἡ πρὸς τὸ ἀδρανέστατον ἄνθος ὁμοίωσις τῆς ἀνθρωπίνης δόξης.
Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα. ῎Ετι καὶ νῦν ἡ τάξις τῶν φυομένων μαρτυρεῖ τῇ πρώτῃ διακοσμήσει. ῾Η γὰρ βλάστησις καθηγεῖται πάσης βοτάνης καὶ πάσης πόας. Εἴτε γὰρ ἀπὸ ῥίζης ἐκδίδοταί τι ἐκ τῆς κάτωθεν προβολῆς, ὡς κρόκος καὶ ἄγρωστις, ἀναβλαστῆσαι δεῖ καὶ ἐπὶ τὸ ἔξω προκύψαι• εἴτε ἀπὸ σπέρματος, καὶ οὕτως ἀνάγκη πρῶτον βλάστησιν, εἶτα βοτάνην γενέσθαι, εἶτα χόρτον χλοάζοντα, εἶτα τὸν καρπὸν ἐπὶ ξηρᾶς ἤδη καὶ παχείας τῆς καλάμης ἁδρυνόμενον. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. ῞Οταν εἰς γῆν καταπέσῃ τὸ σπέρμα συμμέτρως νοτίδος καὶ θέρμης ἔχουσαν, χαῦνον γενόμενον καὶ πολύπορον, τῆς παρακειμένης γῆς περιδραξάμενον, τὰ οἰκεῖα καὶ σύμφυλα πρὸς ἑαυτὸ ἐπισπᾶται. ᾿Εμπίπτοντα δὲ τοῖς πόροις καὶ περιολισθαίνοντα τῆς γῆς τὰ λεπτότατα μόρια, ἐπὶ πλέον ἀνευρύνει τοὺς ὄγκους αὐτῆς ὥστε ῥιζοῦσθαι μὲν εἰς τὸ κάτω, ἐπὶ τὸ ἄνω δὲ προκύπτειν ἰσαρίθμων ταῖς ῥίζαις τῶν καλάμων προβαλλομένων• θαλπομένου δὲ ἀεὶ τοῦ βλαστήματος, συρομένην διὰ τῶν ῥιζῶν τὴν νοτίδα, τῇ ὁλκῇ τοῦ θερμοῦ συνεπάγεσθαι τοῦ τροφίμου τῆς γῆς ὅσον μέτριον, καὶ τοῦτο καταμερίζειν εἰς καλάμην καὶ φλοιὸν καὶ τὰς θήκας τοῦ σίτου, καὶ αὐτὸν τὸν σῖτον καὶ τοὺς ἀνθέρικας• καὶ οὕτω κατὰ μικρὸν τῆς αὐξήσεως γινομένης, ἐπὶ τὸ οἰκεῖον μέτρον ἕκαστον τῶν φυομένων ἀποκαθίστασθαι, εἴτε τι τῶν σιτηρῶν, εἴτε τῶν χεδροπῶν, εἴτε τῶν λαχανωδῶν ἢ φρυγανικῶν τυγχάνοι. Εἷς χόρτος καὶ μία βοτάνη ἐξαρκεῖ τὴν διάνοιάν σου πᾶσαν εἰς τὴν θεωρίαν τῆς ἐξεργασαμένης αὐτὰ τέχνης ἀπασχολῆσαι• πῶς γόνασι διαζώννυται ἡ καλάμη τοῦ σίτου, ἵνα ὥσπερ σύνδεσμοί τινες ῥᾳδίως τὸ βάρος τῶν ἀσταχύων φέρωσιν, ὅταν πλήρεις ὄντες καρπῶν πρὸς τὴν γῆν κατακλίνωνται. Διὰ τοῦτο ὁ μὲν βρόμος διόλου κενὸς, ἅτε μηδενὶ τὴν κεφαλὴν βαρυνόμενος• τὸν δὲ σῖτον τοῖς συνδέσμοις τούτοις ἡ φύσις κατησφαλίσατο. ᾿Εν θήκῃ δὲ τὸν κόκκον ἀποθεμένη ὡς μὴ εὐδιάρπαστον εἶναι τοῖς σπερμολόγοις• ἔτι καὶ τῇ προβολῇ τῶν ἀνθερίκων οἷον ἀκίσι τὰς ἐκ τῶν μικρῶν ζῴων ἀφίστησι βλάβας.
Τί εἴπω; τί σιωπήσω; ᾿Εν πλουσίοις τῆς κτίσεως θησαυροῖς ἄπορος μὲν ἡ εὕρεσις τοῦ τιμιωτέρου, δυσφορωτάτη δὲ ἡ ζημία τοῦ παρεθέντος. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Καὶ εὐθέως συνεξεδόθη τοῖς τροφίμοις τὰ δηλητήρια• μετὰ τοῦ σίτου τὸ κώνειον• μετὰ τῶν λοιπῶν τροφίμων ἑλλέβορος, καὶ ἀκόνιτον, καὶ μανδραγόρας, καὶ ὁ τῆς μήκωνος ὀπός. Τί οὖν; ἀφέντες τὸ ἐπὶ τοῖς χρησίμοις τὴν χάριν ὁμολογεῖν, ἐγκαλέσομεν τῷ δημιουργῷ ἐπὶ τοῖς φθαρτικοῖς ἡμῶν τῆς ζωῆς; ἐκεῖνο δὲ οὐ λογισόμεθα, ὅτι οὐ πάντα τῆς γαστρὸς ἕνεκεν τῆς ἡμετέρας δεδημιούργηται; ᾿Αλλ' ἡμῖν μὲν αἱ ἀποτεταγμέναι τροφαὶ πρόχειροι καὶ πᾶσιν εὔγνωστοι• ἕκαστον δὲ τῶν γενομένων ἴδιόν τινα λόγον ἐν τῇ κτίσει πληροῖ. Μὴ γὰρ ἐπειδή σοι δηλητήριον τὸ ταύριον αἷμα, τούτου ἕνεκεν ἔδει ἢ μὴ παραχθῆναι τὸ ζῷον, ἢ παραχθὲν ἄναιμον εἶναι, οὗ τῆς ἰσχύος πρὸς τοσαῦτα ἡμῶν ἐπιδεῖται ὁ βίος; ᾿Αλλά σοι μὲν αὐτάρκης ὁ σύνοικος λόγος πρὸς τὴν φυλακὴν τῶν ὀλεθρίων. Οὐ δήπου γὰρ πρόβατα μὲν καὶ αἶγες ἴσασιν ἀποφεύγειν τὰ κακοῦντα αὐτῶν τὴν ζωὴν, μόνῃ τῇ αἰσθήσει τὸ βλαβερὸν διακρίνοντα• σοὶ δὲ ᾧ καὶ λόγος πάρεστι, καὶ ἰατρικὴ τέχνη τὸ χρήσιμον ἐκπορίζουσα, καὶ ἡ τῶν προλαβόντων πεῖρα τῶν βλαπτόντων τὴν φυγὴν ὑποβάλλουσα, χαλεπόν ἐστιν, εἰπέ μοι, ἐκκλῖναι τὰ δηλητήρια; ῎Εστι δὲ τούτων οὐδὲν ἀργῶς, οὐδὲν ἀχρήστως γεγενημένον. ῍Η γὰρ τροφὴν παρέχει τινὶ τῶν ἀλόγων• ἢ καὶ ἡμῖν αὐτοῖς παρὰ τῆς ἰατρικῆς τέχνης εἰς παραμυθίαν τινῶν ἀρρωστημάτων ἐξεύρηται. Τὸ μὲν γὰρ κώνειον οἱ ψᾶρες βόσκονται, διὰ τὴν κατασκευὴν τοῦ σώματος τὴν ἐκ τοῦ δηλητηρίου βλάβην ἀποδιδράσκοντες. Λεπτοὺς γὰρ ἔχοντες τοὺς ἐπὶ τῆς καρδίας πόρους, φθάνουσιν ἐκπέψαι τὸ καταποθὲν, πρὶν τὴν ἀπ' αὐτοῦ ψύξιν τῶν καιρίων καθάψασθαι. ῾Ελλέβορος δὲ ὀρτύγων ἐστὶ τροφὴ, ἰδιότητι κράσεως τὴν βλάβην ἀποφευγόντων. ῎Εστι δὲ καὶ αὐτὰ ταῦτα ἐν καιρῷ ποτε καὶ ἡμῖν χρήσιμα. Διὰ μὲν γὰρ τοῦ μανδραγόρου ὕπνον ἰατροὶ κατεπάγουσιν• ὀπίῳ δὲ τὰς σφοδρὰς ὀδύνας τῶν σωμάτων κατακοιμίζουσιν. ῎Ηδη δέ τινες τῷ κωνείῳ καὶ τὸ λυσσῶδες τῶν ὀρέξεων κατεμάραναν• καὶ τῷ ἑλλεβόρῳ πολλὰ τῶν χρονίων παθῶν ἐξεμόχλευσαν. ῞Ωστε ὃ ἐνόμιζες ἔχειν κατὰ τοῦ κτίσαντος ἔγκλημα, τοῦτό σοι εἰς προσθήκην εὐχαριστίας περιελήλυθε.
Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Πόσην αὐτόματον λέγει τροφὴν ἐν τούτοις, τήν τε ἐν ῥίζαις, καὶ τὴν ἐν αὐτῇ τῇ βοτάνῃ, καὶ τὴν ἐν καρποῖς ἤδη; πόσην δὲ τὴν ἐξ ἐπιμελείας καὶ γεωργίας ἡμῖν προσγινομένην; Οὐκ εὐθὺς ἐκέλευσε σπέρμα καὶ καρπὸν ἀναδοθῆναι, ἀλλὰ βλαστῆσαι καὶ χλοάσαι τὴν γῆν, καὶ τότε εἰς σπέρμα τελειωθῆναι, ἵνα τὸ πρῶτον ἐκεῖνο πρόσταγμα διδασκάλιον τῇ φύσει γένηται πρὸς τὴν ἑξῆς ἀκολουθίαν. Πῶς οὖν κατὰ γένος, φησὶν, ἡ γῆ προφέρει τὰ σπέρματα, ὁπότε σῖτον πολλάκις καταβαλόντες, τὸν μέλανα τοῦτον πυρὸν συγκομίζομεν; ᾿Αλλὰ τοῦτο οὐχὶ πρὸς ἕτερον γένος ἐστὶ μεταβολὴ, ἀλλ' οἱονεὶ νόσος τις καὶ ἀρρωστία τοῦ σπέρματος. Οὐ γὰρ ἀπέθετο τὸ εἶναι σῖτος, ἀλλ' ἐμελάνθη διὰ τῆς καύσεως, ὡς καὶ ἐξ αὐτῆς ἐστι τῆς προσηγορίας μαθεῖν. Τῇ ὑπερβολῇ γὰρ τοῦ κρύους ὑπερκαεὶς, πρὸς ἑτέραν καὶ χρόαν καὶ γεῦσιν μετέπεσεν. Καὶ μέντοι καὶ πάλιν λέγεται, ἐπειδὰν γῆς ἐπιτηδείας καὶ ἀέρων εὐκράτων λάβηται, πρὸς τὸ ἀρχαῖον εἶδος ἐπανιέναι. ῞Ωστε οὐδὲν παρὰ τὸ πρόσταγμα εὕροις ἂν ἐν τοῖς φυομένοις ἐπιτελούμενον. ῾Η δὲ λεγομένη αἶρα, καὶ ὅσα λοιπὰ νόθα σπέρματα τοῖς τροφίμοις ἐγκαταμέμικται, ἅπερ ζιζάνια προσαγορεύειν σύνηθες τῇ Γραφῇ, οὐκ ἐκ τῆς τοῦ σίτου μεταβολῆς γίνεται, ἀλλ' ἐξ οἰκείας ἀρχῆς ὑπέστη, ἴδιον ἔχοντα γένος. ῞Απερ τὴν εἰκόνα πληροῖ τῶν παραχαρασσόντων τὰ τοῦ Κυρίου διδάγματα, καὶ μὴ γνησίως μαθητευομένων τῷ λόγῳ, ἀλλ' ἐκ τῆς τοῦ πονηροῦ διδασκαλίας διεφθαρμένων, καταμιγνύντων δὲ ἑαυτοὺς τῷ ὑγιαίνοντι σώματι τῆς ᾿Εκκλησίας, ἵν' ἐκ τοῦ ἀφανοῦς τὰς παρ' ἑαυτῶν βλάβας τοῖς ἀκεραιοτέροις ἐμβάλωσιν. ῎Ηδη δὲ ὁ Κύριος καὶ τὴν τελείωσιν τῶν εἰς αὐτὸν πεπιστευκότων τῇ τῶν σπερμάτων αὐξήσει παρεικάζει, λέγων• ῾Ως ὅταν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, καὶ καθεύδῃ, καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος ἐγείρηται, καὶ μηκύνηται, ὡς οὐκ οἶδεν αὐτός. Αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ. Βλαστησάτω ἡ γῆ βοτάνην. Καὶ ἐν ἀκαριαίᾳ χρόνου ῥοπῇ ἀπὸ τῆς βλαστήσεως ἀρξαμένη ἡ γῆ, ἵνα φυλάξῃ τοὺς νόμους τοῦ κτίσαντος, πᾶσαν ἰδέαν αὐξήσεως διεξελθοῦσα, εὐθὺς πρὸς τὸ τέλειον ἤγαγε τὰ βλαστήματα. Καὶ λειμῶνες μὲν ἦσαν βαθεῖς τῇ ἀφθονίᾳ τοῦ χόρτου, τῶν δὲ πεδίων τὰ εὔκαρπα φρίσσοντα τοῖς ληΐοις, εἰκόνα πελάγους κυμαίνοντος ἐν τῇ κινήσει τῶν ἀσταχύων ἀπέσωζε. Πᾶσα δὲ βοτάνη καὶ πᾶν λαχανηρὸν γένος, καὶ εἴ τι ἐν φρυγάνοις, καὶ εἴ τι ἐν ὀσπρίοις, κατὰ πᾶσαν ἀφθονίαν τότε τῆς γῆς ὑπερεῖχεν. Οὐδὲ γὰρ ἀπότευγμά τι ἦν ἐν τοῖς τότε προβληθεῖσιν, οὔτε γεωργῶν ἀπειρίας, οὔτε ἀέρων δυσκρασίας, οὔτε τινὸς ἄλλης αἰτίας τοῖς γινομένοις λυμαινομένης. Οὐ μὴν οὐδὲ ἡ καταδίκη ἐνεπόδιζε τῇ εὐθηνίᾳ τῆς γῆς. Πρεσβύτερα γὰρ ταῦτα τῆς ἁμαρτίας δι' ἣν κατεκρίθημεν, ἐν ἱδρῶτι τοῦ προσώπου ἡμῶν ἐσθίειν τὸν ἄρτον.
᾿Αλλὰ Καὶ ξύλον κάρπιμον, φησὶ, ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος καὶ καθ' ὁμοιότητα ἐπὶ τῆς γῆς. ᾿Επὶ τούτῳ τῷ ῥήματι πᾶσαι μὲν λόχμαι κατεπυκνοῦντο• πάντα δὲ ἀνέτρεχε δένδρα, τά τε πρὸς μήκιστον ὕψος διανίστασθαι πεφυκότα, ἐλάται καὶ κέδροι, καὶ κυπάρισσοι καὶ πεῦκαι• πάντες δὲ θάμνοι εὐθὺς ἦσαν ἀμφίκομοι καὶ δασεῖς• καὶ τὰ στεφανωματικὰ λεγόμενα τῶν φυτῶν, αἵ τε ῥωδωνιαὶ καὶ μυρσίναι καὶ δάφναι, πάντα ἐν μιᾷ καιροῦ ῥοπῇ, οὐκ ὄντα πρότερον ὑπὲρ τῆς γῆς, εἰς τὸ εἶναι παρῆλθε, μετὰ τῆς οἰκείας ἕκαστον ἰδιότητος, ἐναργεστάταις μὲν διαφοραῖς ἀπὸ τῶν ἑτερογενῶν χωριζόμενον, οἰκείῳ δὲ ἕκαστον γνωριζόμενον χαρακτῆρι. Πλήν γε ὅτι τὸ ῥόδον τότε ἄνευ ἀκάνθης ἦν, ὕστερον δὲ τῷ κάλλει τοῦ ἄνθους ἡ ἄκανθα παρεζεύχθη, ἵνα τῷ τερπνῷ τῆς ἀπολαύσεως ἐγγύθεν ἔχωμεν παρακειμένην τὴν λύπην, μεμνημένοι τῆς ἁμαρτίας, δι' ἣν ἀκάνθας καὶ τριβόλους ἡμῖν ἀνατέλλειν κατεδικάσθη ἡ γῆ. ᾿Αλλὰ προσετάχθη, φησὶ, Ξύλον κάρπιμον, ποιοῦν καρπὸν ἐπὶ τῆς γῆς, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, ἐκδοῦναι ἡ γῆ• πολλὰ δὲ τῶν δένδρων ὁρῶμεν οὔτε καρποῖς οὔτε σπέρματι κεχρημένα. Τί οὖν ἐροῦμεν; ῞Οτι τὰ τιμιώτερα τῇ φύσει προηγουμένης τῆς μνήμης τετύχηκεν• ἔπειτα, ὅτι ἀκριβῶς θεωροῦντι καὶ πάντα φανήσεται ἢ σπέρματι κεχρημένα, ἢ τὰ ἰσοδυναμοῦντα τοῖς σπέρμασιν ἔχοντα. Αἴγειροι γὰρ, καὶ ἰτέαι, καὶ πτελέαι, καὶ λεῦκαι, καὶ ὅσα τοιαῦτα, καρπὸν μὲν οὐδένα δοκεῖ φέρειν ἐκ τοῦ προδήλου, σπέρμα δὲ ἕκαστον τούτων ἔχον ἀκριβῶς ἄν τις ἐξετάζων ἐξεύροι. ῾Ο γὰρ ὑποκείμενος τῷ φύλλῳ κόκκος, ὃν μισχόν τινες τῶν περὶ τὰς ὀνοματοποιίας ἐσχολακότων προσαγορεύουσι, τοῦτο σπέρματος ἔχει δύναμιν. ῞Οσα γὰρ ἀπὸ κλάδων γίνεσθαι πέφυκεν, ἐντεῦθεν ὡς τὰ πολλὰ προβάλλει τὰς ῥίζας. Τάχα δὲ σπέρματος ἐπέχουσι λόγον καὶ αἱ τῶν ῥιζῶν ἀποφύσεις, ἃς παρασπῶντες οἱ φυτοκόμοι τὸ γένος αὔξουσι. Πρότερον μέντοι, ὥσπερ ἔφαμεν, μνήμης ἠξιώθη τὰ συνεκτικώτερα τῆς ζωῆς ἡμῶν, ὅσα ἔμελλε τοῖς οἰκείοις καρποῖς τὸν ἄνθρωπον δεξιούμενα, ἄφθονον αὐτῷ παρασκευάζειν τὴν δίαιταν• ἄμπελος μὲν οἶνον γεννῶσα εὐφραίνειν μέλλοντα καρδίαν ἀνθρώπου• ἐλαία δὲ καρπὸν παρεχομένη ἱλαρύνειν δυνάμενον πρόσωπον ἐν ἐλαίῳ. Πόσα συνέτρεχε κατὰ ταὐτὸν ἠπειγμένως ὑπὸ τῆς φύσεως παραγόμενα; ῾Η ῥίζα τῆς ἀμπέλου• τὰ κλήματα ἐν κύκλῳ εὐθαλῆ καὶ μεγάλα ὑπὲρ γῆς κεχυμένα• ὁ βλαστὸς, οἱ ἕλικες, ὁ ὄμφαξ, οἱ βότρυες. ᾿Αρκεῖ σου τῇ ὄψει καὶ ἄμπελος συνετῶς ὁραθεῖσα ὑπόμνησίν σοι τῆς φύσεως ἐμποιῆσαι. Μέμνησαι γὰρ δηλονότι τῆς τοῦ Κυρίου εἰκόνος, ὅτι ἄμπελον ἑαυτὸν λέγει, καὶ τὸν Πατέρα τὸν γεωργὸν, καὶ τοὺς καθ' ἕνα ἡμῶν διὰ τῆς πίστεως ἐμπεφυτευμένους τῇ ᾿Εκκλησίᾳ κλήματα προσηγόρευσε• καὶ προσκαλεῖται ἡμᾶς εἰς πολυκαρπίαν, ἵνα μὴ ἀχρηστίαν καταγνωσθέντες τῷ πυρὶ παραδοθῶμεν• καὶ οὐ παύεται πανταχοῦ τὰς ψυχὰς τῶν ἀνθρώπων ταῖς ἀμπέλοις ἐξομοιῶν. ᾿Αμπελὼν γὰρ ἐγενήθη τῷ ἠγαπημένῳ, φησὶν, ἐν κέρατι, ἐν τόπῳ πίονι. Καὶ, ᾿Αμπελῶνα ἐφύτευσα, καὶ περιέθηκα φραγμόν. Τὰς ἀνθρωπίνας ψυχὰς δηλονότι λέγει τὸν ἀμπελῶνα, αἷς φραγμὸν περιέθηκε τὴν ἐκ τῶν προσταγμάτων ἀσφάλειαν, καὶ τὴν φυλακὴν τῶν ἀγγέλων. Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν. ῎Επειτα καὶ οἱονεὶ χάρακας ἡμῖν παρακατέπηξε θέμενος ἐν τῇ ᾿Εκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους. Καὶ τοῖς τῶν παλαιῶν καὶ μακαρίων ἀνδρῶν ὑποδείγμασιν εἰς ὕψος ἡμῶν ἀνάγων τὰ φρονήματα, οὐκ ἀφῆκεν ἐρριμμένα χαμαὶ, καὶ τοῦ πατεῖσθαι ἄξια. Βούλεται δὲ ἡμᾶς καὶ οἱονεὶ ἕλιξί τισι ταῖς περιπλοκαῖς τῆς ἀγάπης τῶν πλησίον ἀντέχεσθαι, καὶ ἐπαναπαύεσθαι αὐτοῖς, ἵν' ἀεὶ πρὸς τὸ ἄνω τὴν ὁρμὴν ἔχοντες, οἷόν τινες ἀναδενδράδες ταῖς κορυφαῖς τῶν ὑψηλοτάτων ἑαυτοὺς παρισάζωμεν. ᾿Απαιτεῖ δὲ ἡμᾶς καὶ τὸ καταδέχεσθαι σκαπτομένους. ᾿Αποσκάπτεται δὲ ψυχὴ ἐν τῇ ἀποθέσει τῶν τοῦ κόσμου μεριμνῶν, αἳ βάρος εἰσὶ ταῖς καρδίαις ἡμῶν. ῞Ωστε ὁ τὴν σαρκίνην ἀγάπην ἀποθέμενος, καὶ τὴν πρὸς τὰ χρήματα φιλίαν, ἢ τὴν περὶ τὸ δύστηνον δοξάριον τοῦτο πτόησιν ἀπόπτυστον καὶ εὐκαταφρόνητον ἡγησάμενος, ὥσπερ ἐσκάφη καὶ ἀνέπνευσεν ἀποσκευασάμενος τὸ μάταιον βάρος τοῦ γηΐνου φρονήματος. Δεῖ δὲ, κατὰ τὸν λόγον τῆς παροιμίας, μηδὲ ὑλομανεῖν, τουτέστι, μὴ ἐπιδεικτικῶς πολιτεύεσθαι, μηδὲ τὸν παρὰ τῶν ἔξωθεν ἔπαινον θηρᾶσθαι, ἀλλ' ἔγκαρπον εἶναι, τῷ ἀληθινῷ γεωργῷ τὴν ἐπίδειξιν τῶν ἔργων ταμιευόμενον. Σὺ δὲ καὶ ῾Ως ἐλαία κατάκαρπος ἔσο ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, μηδέποτε γυμνούμενος τῆς ἐλπίδος, ἀλλ' ἀεὶ θάλλουσαν ἔχων περὶ σεαυτὸν τὴν διὰ πίστεως σωτηρίαν. Οὕτω γὰρ τὸ ἀειθαλὲς τοῦ φυτοῦ μιμήσῃ, καὶ τὸ πολύκαρπον δὲ αὐτοῦ ζηλώσεις, ἄφθονον τὴν ἐλεημοσύνην ἐν παντὶ καιρῷ παρεχόμενος.
'Αλλ' ἐπανέλθωμεν πρὸς τὴν ἔρευναν τῶν τεχνικῶν διατάξεων. Πόσα τότε γένη φυτῶν ἐπανέδραμε, τὰ μὲν ἔγκαρπα, τὰ δὲ ἐρέψιμα, ἄλλα πρὸς ναυπηγίαν ἐπιτήδεια, ἄλλα πρὸς καῦσιν; ᾿Εν τούτοις πάλιν ποικίλη μὲν ἐν ἑκάστῳ δένδρῳ ἡ τῶν μερῶν αὐτοῦ διακόσμησις, δυσέφικτος δὲ καὶ ἡ ἐξεύρεσις τῆς ἑκάστου ἰδιότητος, καὶ ἡ θεωρία τῆς πρὸς ἕκαστον τῶν ἑτερογενῶν διαφορᾶς. Πῶς τὰ μὲν αὐτῶν βαθύρριζα, τὰ δὲ ἀκρόρριζα• καὶ τὰ μὲν ὀρθοφυῆ καὶ μονοστέλεχα, τὰ δὲ χαμαίζηλα καὶ εὐθὺς ἀπὸ τῆς ῥίζης εἰς πολλὰς ἐκφύσεις διῃρημένα. Πῶς ὅσων μὲν οἱ κλάδοι προμήκεις ἐπὶ πολὺ τοῦ ἀέρος ἐκτεταμένοι, τούτων καὶ αἱ ῥίζαι βαθεῖαι, ἐπὶ πλεῖστον ἐν κύκλῳ διανεμόμεναι, οἷον θεμελίους τινὰς ἀναλογοῦντας τῷ βάρει τῶν ἄνωθεν ὑποτιθείσης τῆς φύσεως. Πόσαι τῶν φλοιῶν αἱ διαφοραί; Τὰ μὲν γὰρ λειόφλοια τῶν φυτῶν, τὰ δὲ ῥηξίφλοια• καὶ τὰ μὲν μονόλοπα αὐτῶν, τὰ δὲ πολύπτυχα. ῝Ο δὲ θαυμαστὸν, ὅτι καὶ τῆς ἀνθρωπίνης νεότητος καὶ τοῦ γήρως εὕροις ἂν καὶ ἐν τοῖς φυτοῖς παραπλήσια τὰ συμπτώματα. Τοῖς μὲν γὰρ νέοις καὶ εὐθαλέσιν ὁ φλοιὸς περιτέταται• τοῖς δὲ γηράσκουσιν οἷον ῥυσοῦται καὶ ἐκτραχύνεται. Καὶ τὰ μὲν κοπέντα ἐπιβλαστάνει• τὰ δὲ μένει ἀδιάδοχα, ὥσπερ τινὰ θάνατον τὴν τομὴν ὑπομείναντα. ῎Ηδη δέ τινες τετηρήκασιν ἐκτεμνομένας ἢ καὶ ἐπικαιομένας τὰς πίτυς εἰς δρυμῶνας μεθίστασθαι. Τινὰ δὲ καὶ τὴν ἐκ φύσεως κακίαν ἐπιμελείαις γεωργῶν θεραπευόμενα ἔγνωμεν• οἷον τὰς ὀξείας ῥοιὰς, καὶ τῶν ἀμυγδαλῶν τὰς πικροτέρας, ὅταν διατρηθεῖσαι τὸ πρὸς τῇ ῥίζῃ στέλεχος σφῆνα πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσης διελαθέντα δέξωνται, εἰς εὐχρηστίαν μεταβάλλουσι τότε τοῦ χυμοῦ τὴν δυσχέρειαν. Μηδεὶς οὖν ἐν κακίᾳ διάγων, ἑαυτὸν ἀπογινωσκέτω, εἰδὼς ὅτι γεωργία μὲν τὰς τῶν φυτῶν ποιότητας μεταβάλλει, ἡ δὲ κατ' ἀρετὴν τῆς ψυχῆς ἐπιμέλεια, δυνατή ἐστι παντοδαπῶν ἀρρωστημάτων ἐπικρατῆσαι. ῾Η δὲ περὶ τὰς καρπογονίας διαφορὰ τῶν καρπίμων φυτῶν τοσαύτη, ὅσην οὐδ' ἂν ἐπελθεῖν τις δυνηθείη τῷ λόγῳ. Οὐ γὰρ μόνον ἐν τοῖς ἑτερογενέσιν αἱ διαφοραὶ τῶν καρπῶν, ἀλλ' ἤδη καὶ ἐν αὐτῷ τῷ εἴδει τοῦ δένδρου πολὺ τὸ διάφορον• ὅπουγε καὶ ἄλλος μὲν χαρακτὴρ τοῦ καρποῦ τῶν ἀρρένων, ἄλλος δὲ τῶν θηλειῶν, παρὰ τῶν φυτουργῶν διακέκριται, οἵ γε καὶ τοὺς φοίνικας εἰς ἄρρενας καὶ θηλείας διστῶσι. Καὶ ἴδοις ἄν ποτε τὴν παρ' αὐτῶν ὀνομαζομένην θήλειαν, καθιεῖσαν τοὺς κλάδους, οἷον ὀργῶσαν, καὶ τῆς συμπλοκῆς ἐφιεμένην τοῦ ἄρρενος, τοὺς δὲ θεραπευτὰς τῶν φυτῶν ἐμβάλλοντας τοῖς κλάδοις, οἷόν τινα σπέρματα τῶν ἀρρένων, τοὺς λεγομένους ψῆνας, καὶ οὕτως οἷον ἐν συναισθήσει τῆς ἀπολαύσεως γίνεσθαι καὶ ἀνορθοῦσθαι πάλιν τοὺς κλάδους, καὶ πρὸς τὸ οἰκεῖον σχῆμα τοῦ φυτοῦ τὴν κόμην ἀποκαθίστασθαι. Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ τῶν συκῶν φασιν. ῞Οθεν οἱ μὲν τὰς ἀγρίας συκᾶς παραφυτεύουσι ταῖς ἡμέροις• οἱ δὲ τοὺς ὀλύνθους ἐκδήσαντες, τῶν εὐκάρπων καὶ ἡμέρων συκῶν τὴν ἀτονίαν ἰῶνται, ῥέοντα ἤδη καὶ σκεδαννύμενον τὸν καρπὸν τοῖς ὀλύνθοις ἐπέχοντες. Τί σοι τὸ παρὰ τῆς φύσεως αἴνιγμα βούλεται; ῞Οτι χρὴ πολλάκις ἡμᾶς καὶ παρὰ τῶν ἀλλοτρίων τῆς πίστεως, εὐτονίαν τινὰ προσλαμβάνειν, εἰς τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν. ᾿Εὰν γὰρ ἴδῃς τὸν ἐν βίῳ ἐθνικῷ, ἢ ἀπό τινος αἱρέσεως ἐνδιαστρόφου τῆς ᾿Εκκλησίας ἀπεσχισμένον, βίου σώφρονος καὶ τῆς λοιπῆς κατὰ τὸ ἦθος εὐταξίας ἐπιμελούμενον, πλεῖον σεαυτοῦ τὸ σπουδαῖον ἐπίτεινον, ἵνα γένῃ παραπλήσιος τῇ καρποφόρῳ συκῇ, ἐκ τῆς τῶν ἀγρίων παρουσίας ἀθροιζούσῃ τὴν δύναμιν, καὶ τὴν μὲν ῥύσιν ἐπεχούσῃ, ἐπιμελέστερον δὲ τὸν καρπὸν ἐκτρεφούσῃ.
Τοιαῦται μὲν οὖν αἱ περὶ τὸν τρόπον τῆς γενέσεως αὐτῶν διαφοραὶ, ὡς ἐλάχιστα εἰπεῖν ἀπὸ πλείστων. Αὐτῶν δὲ τῶν καρπῶν τίς ἂν ἐπέλθοι τὴν ποικιλίαν, τὰ σχήματα, τὰς χρόας, τῶν χυμῶν τὴν ἰδιότητα, τὸ ἀφ' ἑκάστου χρήσιμον; Πῶς τινὰ μὲν γυμνὰ πέπτεται τῷ ἡλίῳ, τινὰ δὲ ἐν ἐλύτροις κεκαλυμμένα πληροῦται; καὶ ὧν μὲν ἁπαλὸς ὁ καρπὸς, παχὺ τοῦ φύλλου τὸ σκεπαστήριον, ὡς ἐπὶ τῆς συκῆς; ὧν δὲ οἱ καρποὶ στεγανώτεροι, ἐλαφρὰ τῶν φύλλων ἡ προβολὴ, ὡς ἐπὶ τῆς καρύας; ῞Οτι ἐκεῖνα μὲν, διὰ τὸ ἀσθενὲς, πλείονος ἐδεῖτο τῆς βοηθείας, τούτοις δ' ἂν προσβλαβὴς ἐγένετο ἡ παχυτέρα περιβολὴ ἐκ τῆς ἀπ' αὐτῶν σκιᾶς. Πῶς κατέσχισται τῆς ἀμπέλου τὸ φῦλλον, ἵνα καὶ πρὸς τὰς ἐκ τοῦ ἀέρος βλάβας ὁ βότρυς ἀντέχῃ, καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου διὰ τῆς ἀραιότητος δαψιλῶς ὑποδέχηται; Οὐδὲν ἀναίτιον• οὐδὲν ἀπὸ ταὐτομάτου• πάντα ἔχει τινὰ σοφίαν ἀπόρρητον. Τίς ἂν ἐφίκοιτο λόγος; Πῶς ἀνθρώπινος νοῦς πάντα μετ' ἀκριβείας ἐπέλθοι, ὥστε καὶ κατιδεῖν τὰς ἰδιότητας, καὶ τὰς πρὸς ἕκαστον διαφορὰς ἐναργῶς διακρῖναι, καὶ τὰς κεκρυμμένας αἰτίας ἀνενδεῶς παραστῆσαι; ῝Εν ὕδωρ διὰ τῆς ῥίζης ἑλκόμενον, ἄλλως μὲν τρέφει τὴν ῥίζαν αὐτὴν, ἄλλως δὲ τὸν φλοιὸν τοῦ στελέχους, καὶ ἄλλως τὸ ξύλον, καὶ τὴν ἐντεριώνην ἑτέρως. Τὸ αὐτὸ καὶ φῦλλον γίνεται, καὶ εἰς ἀκρέμονας καὶ κλάδους κατασχίζεται, καὶ τοῖς καρποῖς παρέχει τὴν αὔξησιν, καὶ δάκρυον τοῦ φυτοῦ καὶ ὀπὸς ἐκ τῆς αὐτῆς αἰτίας προέρχεται• οἷς πόση πρὸς ἄλληλά ἐστιν ἡ διαφορὰ, οὐδεὶς ἂν λόγος ἐξίκοιτο. ῎Αλλο γὰρ τοῦ σχίνου τὸ δάκρυον, καὶ ἄλλος ὁ ὀπὸς τοῦ βαλσάμου• καὶ νάρθηκές τινες ἐπὶ τῆς Αἰγύπτου καὶ Λιβύης ἕτερον ὀπῶν γένος ἀποδακρύουσι. Λόγος δέ τίς ἐστι, καὶ τὸ ἤλεκτρον ὀπὸν εἶναι φυτῶν εἰς λίθου φύσιν ἀποπηγνύμενον. Μαρτυρεῖ δὲ τῷ λόγῳ τὰ ἐμφαινόμενα κάρφη καὶ τὰ λεπτότατα τῶν ζῴων, ἅπερ, ἁπαλοῦ ὄντος τοῦ ὀποῦ, ἐναποληφθέντα κατέχεται. Καὶ ὅλως τὴν κατὰ τὰς ποιότητας τῶν ὀπῶν διαφορὰν ὁ μὴ τῇ πείρᾳ διδαχθεὶς, οὐδένα λόγον εὑρήσει τὴν ἐνέργειαν παριστῶντα. Πῶς πάλιν ἀπὸ τῆς αὐτῆς νοτίδος ἐν μὲν τῇ ἀμπέλῳ οἶνος συνίσταται, ἐν δὲ τῇ ἐλαίᾳ τὸ ἔλαιον; Καὶ οὐ τοῦτο μόνον θαυμαστὸν, πῶς ὧδε μὲν τὸ ὑγρὸν ἀπεγλυκάνθη, ἐκεῖ δὲ λιπαρὸν γέγονεν, ἀλλ' ὅτι καὶ ἐν τοῖς γλυκέσι καρποῖς ἀμύθητος ἡ παραλλαγὴ τῆς ποιότητος. ῎Αλλο γὰρ τὸ ἐν ἀμπέλῳ γλυκὺ, καὶ ἄλλο τὸ ἐν μηλέᾳ, καὶ σύκῳ, καὶ φοίνικι. ῎Ετι σε βούλομαι περὶ τὴν ἐξέτασιν ταύτην φιλοτεχνῆσαι, πῶς τὸ αὐτὸ ὕδωρ νῦν μὲν λεῖόν ἐστι τῇ αἰσθήσει, ὅταν ἐν τοῖσδέ τισι τοῖς φυτοῖς γενόμενον ἀπογλυκανθῇ• νῦν δὲ πληκτικόν ἐστι τῆς γεύσεως, ὅταν δι' ἄλλων φυτῶν ἐνεχθὲν ἀποξύνηται. Καὶ πάλιν εἰς τὴν ἐσχάτην πικρότητα μεταβάλλον ἐκτραχύνει τὴν αἴσθησιν, ὅταν ἐν ἀψίνθῳ ἢ σκαμμωνίᾳ γένηται. Καὶ ἐν μὲν ταῖς βαλάνοις, ἢ τῷ καρπῷ τῆς κρανείας, πρὸς τὴν στυφὴν καὶ αὐστηρὰν ποιότητα μεταβάλλει• ἐν δὲ ταῖς τερεβίνθοις, καὶ ταῖς καρύαις, πρὸς ἁπαλὴν καὶ ἐλαιώδη φύσιν μεθίσταται.
Καὶ τί δεῖ τὰ πόρρω λέγειν, ὅπου γε ἐπὶ τῆς αὐτῆς συκῆς πρὸς τὰς ἐναντιωτάτας μεταβαίνει ποιότητας; Πικρότατον μὲν γάρ ἐστιν ἐν τῷ ὀπῷ, γλυκύτατον δὲ ἐν αὐτῷ τῷ καρπῷ. Καὶ ἐπὶ τῆς ἀμπέλου στυπτικώτατον μὲν ἐπὶ τῶν ἀκρεμόνων, ἥδιστον δὲ ἐν τοῖς βότρυσιν. Αἱ δὲ κατὰ τὰς χρόας διαφοραὶ, πόσαι; ῎Ιδοις ἂν ἐν λειμῶνι τὸ αὐτὸ ὕδωρ ἐρυθραινόμενον μὲν ἐν τῷδε τῷ ἄνθει, καὶ ἐν ἄλλῳ πορφυροῦν, καὶ κυανὸν ἐν τῷδε, καὶ ἐν ἑτέρῳ λευκόν• καὶ πλείονα πάλιν τῆς ἐν ταῖς χρόαις ποικιλίας, τὴν κατὰ τὰς ὀδμὰς διαφορὰν παρεχόμενον. ᾿Αλλὰ γὰρ ὁρῶ μοι τὸν λόγον τῇ ἀπληστίᾳ τῆς θεωρίας εἰς ἀμετρίαν ἐκπίπτοντα, ὃν ἐὰν μὴ δήσας πρὸς ἀνάγκην ἀπαγάγω τῆς κτίσεως, ἐπιλείψει με ἡ ἡμέρα τὴν μεγάλην σοφίαν ἐκ τῶν μικροτάτων ὑμῖν παριστῶντα. Βλαστησάτω ἡ γῆ ξύλον κάρπιμον, ποιοῦν καρπὸν ἐπὶ τῆς γῆς. Καὶ εὐθὺς αἱ κορυφαὶ τῶν ὀρέων ἐκόμων• καὶ ἐφιλοτεχνοῦντο παράδεισοι, καὶ ποταμῶν ὄχθαι μυρίοις γένεσι φυτῶν ὡραΐζοντο. Καὶ τὰ μὲν τὴν ἀνθρωπίνην ηὐτρέπιστο κατακοσμῆσαι τράπεζαν• τὰ δὲ βοσκήμασι τροφὴν παρεσκεύαζεν, ἐκ τῶν φύλλων, ἐκ τῶν καρπῶν. ῎Αλλα τὰς ἐκ τῆς ἰατρικῆς ὠφελείας ἡμῖν προεξένει• τοὺς χυλοὺς, τοὺς ὀποὺς, τὰ κάρφη, τοὺς φλοιοὺς, τὸν καρπόν• καὶ ἁπαξαπλῶς ὅσα ἡμῖν ἡ χρονία πεῖρα ἐξεῦρεν, ἐκ τῶν κατὰ μέρος περιπτώσεων συλλεγομένη τὸ χρήσιμον, ταῦτα ἡ ὀξεῖα τοῦ κτίσαντος πρόνοια, ἐξ ἀρχῆς προβλεψαμένη, εἰς γένεσιν ἤγαγε. Σὺ δὲ ὅταν ἴδῃς τὰ ἥμερα, τὰ ἄγρια, τὰ φίλυδρα, τὰ χερσαῖα, τὰ ἀνθοφοροῦντα, ἢ τὰ ἀνάνθη, ἐν μικρῷ τὸν μέγαν ἐπιγινώσκων, πρόσθες ἀεὶ τῷ θαύματι, καὶ αὔξησόν μοι τὴν ἀγάπην τοῦ κτίσαντος. ᾿Εξέταζε πῶς τὰ μὲν ἀειθαλῆ ἐποίησε, τὰ δὲ γυμνούμενα• καὶ τῶν ἀειθαλῶν τὰ μὲν φυλλοβόλα, τὰ δὲ ἀείφυλλα. Φυλλοβολεῖ γὰρ καὶ ἐλαία καὶ πίτυς, εἰ καὶ λεληθότως ὑπαλλάσσει τὰ φύλλα, ὥστε μηδέποτε δοκεῖν τῆς κομῆς ἀπογυμνοῦσθαι. ᾿Αείφυλλον δὲ ὁ φοίνιξ, τῷ αὐτῷ φύλλῳ ἐκ τῆς πρώτης βλαστήσεως εἰς τέλος συμπαραμένων. ῎Επειτα κἀκεῖνο σκόπει, πῶς ἡ μυρίκη ὥσπερ ἀμφίβιόν ἐστι, καὶ τοῖς φιλύδροις συναριθμούμενον, καὶ κατὰ τὰς ἐρήμους πληθυνόμενον. Διὸ καὶ ὁ ῾Ιερεμίας διαίως τὰ πονηρότερα καὶ ἐπαμφοτερίζοντα τῶν ἠθῶν τῷ τοιούτῳ φυτῷ παρεικάζει.
Βλαστησάτω ἡ γῆ. Τὸ μικρὸν τοῦτο πρόσταγμα εὐθὺς φύσις μεγάλη καὶ λόγος ἔντεχνος ἦν, θᾶττον τοῦ ἡμετέρου νοήματος τὰς μυρίας τῶν φυομένων ἰδιότητας ἐκτελῶν. ᾿Εκεῖνο ἔτι καὶ νῦν ἐνυπάρχον τῇ γῇ τὸ πρόσταγμα, ἐπείγει αὐτὴν καθ' ἑκάστην ἔτους περίοδον ἐξάγειν τὴν δύναμιν ἑαυτῆς ὅσην ἔχει πρός τε βοτανῶν καὶ σπερμάτων καὶ δένδρων γένεσιν. ῾Ως γὰρ οἱ στρόβιλοι ἐκ τῆς πρώτης αὐτοῖς ἐνδοθείσης πληγῆς τὰς ἐφεξῆς ποιοῦνται περιστροφὰς, ὅταν πήξαντες τὸ κέντρον ἐν ἑαυτοῖς περιφέρωνται• οὕτω καὶ ἡ τῆς φύσεως ἀκολουθία ἐκ τοῦ πρώτου προστάγματος τὴν ἀρχὴν δεξαμένη, πρὸς πάντα τὸν ἐφεξῆς διεξέρχεται χρόνον, μέχρις ἂν πρὸς τὴν κοινὴν συντέλειαν τοῦ παντὸς καταντήσῃ. 'Εφ’ ἣν καὶ ἡμεῖς πάντες ἔγκαρποι καὶ πλήρεις ἔργων ἀγαθῶν ἐπειγώμεθα, ἵνα φυτευθέντες ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσωμεν, ἐν Χριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Περί συναγωγής των υδάτων



OMIΛΙΑ δ΄.

Περὶ συναγωγῆς τῶν ὑδάτων
 
Εἰσί τινες πόλεις παντοδαποῖς θεάμασι θαυματοποιῶν ἀπὸ βαθέος ὄρθρου μέχρις ἑσπέρας αὐτῆς ἑστιῶσαι τὰς ὄψεις. Καὶ μέντοι καὶ μελῶν τινων κεκλασμένων καὶ διεφθαρμένων καὶ παντάπασι πολλὴν ἀκολασίαν ταῖς ψυχαῖς ἐντικτόντων ἐπὶ πλεῖστον ἀκούοντες οὐκ ἐμπίμπλανται. Καὶ τοὺς τοιούτους δήμους πολλοὶ μακαρίζουσιν, ὅτι τὰς κατ' ἀγορὰν ἐμπορίας, ἢ τὰς ἐκ τῶν τεχνῶν πρὸς τὸ ζῆν ἐπινοίας καταλιπόντες, διὰ ῥᾳθυμίας πάσης καὶ ἡδονῆς τὸν τεταγμένον ἑαυτοῖς τῆς ζωῆς χρόνον διαπερῶσιν, οὐκ εἰδότες, ὅτι ὀρχήστρα εὐθηνουμένη θεάμασιν ἀκολάστοις, κοινὸν καὶ δημόσιον διδασκαλεῖον ἀσελγείας τοῖς συγκαθημένοις ἐστί, καὶ τὰ παναρμόνια τῶν αὐλῶν μέλη καὶ ᾄσματα πορνικὰ, ἐγκαθεζόμενα ταῖς τῶν ἀκουσάντων ψυχαῖς, οὐδὲν ἕτερον ἢ πάντας ἀσχημονεῖν ἀναπείθει, τὰ τῶν κιθαριστῶν ἢ τὰ τῶν αὐλητῶν κρούματα μιμουμένους. ῎Ηδη δέ τινες τῶν ἱππομανούντων, καὶ ὄναρ ὑπὲρ τῶν ἵππων μάχονται, ἅρματα μεταζευγνύντες καὶ ἡνιόχους μετατιθέντες, καὶ ὅλως τῆς μεθημερινῆς ἀφροσύνης οὐδὲ ἐν ταῖς καθ' ὕπνον φαντασίαις ἀφίστανται.
῾Ημεῖς δὲ ἄρα, οὓς ὁ Κύριος, ὁ μέγας θαυματοποιὸς καὶ τεχνίτης, ἐπὶ τὴν ἐπίδειξιν συνεκάλεσε τῶν οἰκείων ἔργων, ἀποκαμούμεθα πρὸς τὴν θέαν, ἢ ἀποκνήσομεν πρὸς τὴν ἀκρόασιν τῶν λογίων τοῦ Πνεύματος; 'Αλλ' οὐχὶ τὸ μέγα τοῦτο καὶ ποικίλον τῆς θείας δημιουργίας ἐργαστήριον περιστάντες, καὶ πρὸς τοὺς ἄνω χρόνους ἐπανελθόντες τῇ διανοίᾳ ἕκαστος, ὀψόμεθα τὴν διακόσμησιν τοῦ παντός; οὐρανὸν μὲν ἱστάμενον, κατὰ τὸν προφητικὸν λόγον, ὡσεὶ καμάραν• γῆν δὲ, τὴν ἄπειρον μεγέθει καὶ βάρει, αὐτὴν ἐφ' ἑαυτῆς ἑδραζομένην• ἀέρα κεχυμένον μαλακὸν καὶ ὑγρὸν τῇ φύσει, οἰκείαν μὲν καὶ διηνεκῆ τροφὴν τοῖς ἀναπνέουσι παρεχόμενον, ὑπείκοντα δὲ καὶ περισχιζόμενον τοῖς κινουμένοις δι' ἁπαλότητα, ὡς μηδὲν ἐμπόδιον εἶναι παρ' αὐτοῦ τοῖς ὁρμῶσιν, ἀεὶ πρὸς τὸ κατόπιν τῶν τεμνόντων αὐτὸν ἀντιπεριισταμένου ῥᾳδίως καὶ περιρρέοντος. ῞Υδατος δὲ φύσιν τοῦ τε τροφίμου καὶ τοῦ κατὰ τὰς ἄλλας χρείας ἡμῖν εὐτρεπισθέντος, καὶ τὴν εὔτακτον τούτου πρὸς τοὺς ἀφωρισμένους τόπους συναγωγὴν, ἐκ τῶν ἀρτίως ἡμῖν ἀνεγνωσμένων κατόψει.
Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτως, καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν, γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Πόσα μοι πράγματα παρεῖχες ἐν τοῖς κατόπιν λόγοις, ἀπαιτῶν τὴν αἰτίαν πῶς ἀόρατος ἡ γῆ, παντὶ σώματι φυσικῶς χρώματος συμπαρόντος, παντὸς δὲ χρώματος αἰσθητοῦ τῇ ὁράσει καθεστηκότος; Καὶ τάχα σοι οὐκ ἐδόκει αὐτάρκως ἔχειν τὰ εἰρημένα, ὅτι πρὸς ἡμᾶς τὸ ἀόρατον, οὐ πρὸς τὴν φύσιν εἴρητο, διὰ τὴν τοῦ ὕδατος ἐπιπρόσθησιν, ὃ τότε τὴν γῆν πᾶσαν περιεκάλυπτεν. ᾿Ιδοὺ νῦν ἄκουε αὐτῆς ἑαυτὴν τῆς Γραφῆς φανερούσης. Συναχθήτω τὰ ὕδατα, καὶ ὀφθήτω ἡ ξηρά. Συνέλκεται τὰ παραπετάσματα, ἵνα ἐμφανὴς γένηται ἡ τέως μὴ ὁρωμένη. ῎Ισως δ' ἄν τις κἀκεῖνο πρὸς τούτοις ἐπιζητήσειε. Πρῶτον μὲν, διὰ τί ὃ κατὰ φύσιν ὑπάρχει τῷ ὕδατι φέρεσθαι πρὸς τὸ κάταντες, τοῦτο ἐπὶ τὸ πρόσταγμα τοῦ δημιουργοῦ ὁ λόγος ἀνάγει; ῞Εως μὲν γὰρ ἂν ἐπὶ τοῦ ἰσοπέδου κείμενον τύχῃ τὸ ὕδωρ, στάσιμόν ἐστιν, οὐκ ἔχων ὅπου μεταρρυῇ• ἐπειδὰν δέ τινος πρανοῦς λάβηται, εὐθὺς ὁρμήσαντος τοῦ προάγοντος, τὸ συνεχὲς αὐτῷ τὴν βάσιν τοῦ κινηθέντος ἐπιλαμβάνει, καὶ τὴν ἐκείνου τὸ ἐφεπόμενον• καὶ οὕτως ὑπεκφεύγει μὲν ἀεὶ τὸ προάγον, ἐπωθεῖ δὲ τὸ ἐπερχόμενον• καὶ τοσούτῳ ὀξυτέρα ἡ φορὰ γίνεται, ὅσῳπερ ἂν καὶ τὸ βάρος ᾖ πλεῖον τοῦ καταφερομένου, καὶ τὸ χωρίον κοιλότερον, πρὸς ὃ ἡ ἐπίρρυσις. Εἰ οὖν οὕτω πέφυκε τὸ ὕδωρ, παρέλκοι ἂν τὸ πρόσταγμα τὸ κελεῦον συναχθῆναι εἰς συναγωγὴν μίαν. ῎Εμελλε γὰρ πάντως, διὰ τὸ κατάρροπον τῆς φύσεως, ἐπὶ τὴν πάντων κοιλοτέραν χώραν αὐτομάτως συνδίδοσθαι, καὶ μὴ πρότερον στήσεσθαι πρὶν ὁμαλισθῆναι τὰ νῶτα. Οὐδὲν γὰρ οὕτω χωρίον ἰσόπεδον, ὡς ἡ τοῦ ὕδατος ἐπιφάνεια. ῎Επειτα πῶς, φησὶν, εἰς συναγωγὴν μίαν ἐκελεύσθη τὰ ὕδατα συνδραμεῖν, ὅπουγε φαίνονται πολλαὶ οὖσαι θάλασσαι, καὶ πλεῖστον ἀλλήλων τῇ θέσει διωρισμέναι; Πρὸς μὲν οὖν τὸ πρότερον τῶν ἐπιζητηθέντων ἐκεῖνό φαμεν• ὅτι μάλιστα μὲν σὺ μετὰ τὸ πρόσταγμα τὸ δεσποτικὸν ἐπέγνως τοῦ ὕδατος τὰς κινήσεις, ὅτι τε περιρρεπές ἐστι καὶ ἀστήρικτον, καὶ πρὸς τὰ πρανῆ καὶ κοῖλα φέρεται κατὰ φύσιν• πρὸ τούτου δὲ, πῶς εἶχε δυνάμεως πρὶν αὐτῷ τὸν ἐκ τοῦ προστάγματος τούτου ἐγγενέσθαι δρόμον, οὔτε εἶδες αὐτὸς, οὔτε ἰδόντος ἤκουσας. Νόησον γὰρ ὅτι Θεοῦ φωνὴ φύσεώς ἐστι ποιητικὴ, καὶ τὸ γενόμενον τότε τῇ κτίσει πρόσταγμα τὴν πρὸς τὸ ἐφεξῆς ἀκολουθίαν τοῖς κτιζομένοις παρέσχετο. ῾Ημέρα καὶ νὺξ ἅπαξ ἐδημιουργήθη, καὶ ἐξ ἐκείνου καὶ νῦν ἀλλήλας διαδεχόμεναι, καὶ κατ' ἰσομοιρίαν διαιρούμεναι τὸν χρόνον οὐκ ἀπολήγουσι.
Συναχθήτω τὰ ὕδατα. ᾿Εκελεύσθη τρέχειν τῶν ὑδάτων ἡ φύσις, καὶ οὐδέποτε κάμνει τῷ προστάγματι ἐκείνῳ κατασπευδομένη διηνεκῶς. Τοῦτο δὲ λέγω, πρὸς τὴν ῥυτὴν ἀφορῶν τῶν ὑδάτων μοῖραν. Τὰ μὲν γὰρ αὐτόματα ῥεῖ, οἷον τὰ κρηναῖα καὶ τὰ ποτάμια• τὰ δὲ συλλογιμαῖά ἐστι καὶ ἀπόρευτα. 'Αλλ' ἐμοὶ νῦν περὶ τῶν ὁρμητικῶν ὑδάτων ὁ λόγος. Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν. Εἴ ποτέ σοι ἐπὶ κρήνης ἑστῶτι ἄφθονον ὕδωρ ἀναδιδούσης ἔννοια ἐγένετο, τίς ὁ ὠθῶν ἐκ τῶν λαγόνων τῆς γῆς τοῦτο τὸ ὕδωρ; τίς ὁ ἐπείγων ἐπὶ τὰ πρόσω; ποῖα ταμεῖα ὅθεν προέρχεται; τίς ὁ τόπος ἐφ' ὃν ἐπείγεται; πῶς καὶ ταῦτα οὐκ ἐκλείπει, κἀκεῖνα οὐκ ἀποπίμπλαται; Ταῦτα τῆς πρώτης ἐκείνης φωνῆς ἤρτηται. ᾿Εκεῖθεν τοῦ τρέχειν τῷ ὕδατι τὸ ἐνδόσιμον. Κατὰ πᾶσαν ἱστορίαν ὑδάτων μέμνησο τῆς πρώτης φωνῆς, Συναχθήτω τὰ ὕδατα. ῎Εδει δραμεῖν αὐτὰ, ἵνα τὴν οἰκείαν καταλάβῃ χώραν• εἶτα γενόμενα ἐν τοῖς ἀφωρισμένοις τόποις, μένειν ἐφ' ἑαυτῶν, καὶ μὴ χωρεῖν περαιτέρω. Διὰ τοῦτο κατὰ τὸν τοῦ ᾿Εκκλησιαστοῦ λόγον, Πάντες οἱ χείμαρροι ἐπὶ τὴν θάλασσαν πορεύονται, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιμπλαμένη. ᾿Επειδὴ καὶ τὸ ῥεῖν τοῖς ὕδασι διὰ τὸ θεῖον πρόσταγμα, καὶ τὸ εἴσω τῶν ὅρων περιγεγράφθαι τὴν θάλασσαν, ἀπὸ τῆς πρώτης ἐστὶ νομοθεσίας• Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν. ῞Ινα μὴ τὸ ἐπιρρέον ὕδωρ τῶν δεχομένων αὐτὸ χωρίων ὑπερχεόμενον, μετεκβαῖνον ἀεὶ καὶ ἄλλα ἐξ ἄλλων πληροῦν, πᾶσαν κατὰ τὸ συνεχὲς ἐπικλύσῃ τὴν ἤπειρον, ἐκελεύσθη συναχθῆναι εἰς συναγωγὴν μίαν. Διὰ τοῦτο μαινομένη πολλάκις ἐξ ἀνέμων ἡ θάλασσα, καὶ εἰς ὕψος μέγιστον διανισταμένη τοῖς κύμασιν, ἐπειδὰν μόνον τῶν αἰγιαλῶν ἅψηται, εἰς ἀφρὸν διαλύσασα τὴν ὁρμὴν ἐπανῆλθεν. ῍Η ἐμὲ οὐ φοβηθήσεσθε, λέγει Κύριος, τὸν τιθέντα ἄμμον ὅριον τῇ θαλάσσῃ; Τῷ ἀσθενεστάτῳ πάντων τῇ ψάμμῳ ἡ ταῖς βίαις ἀφόρητος χαλινοῦται. ᾿Επεὶ τί ἐκώλυε τὴν ἐρυθρὰν θάλασσαν πᾶσαν τὴν Αἴγυπτον κοιλοτέραν οὖσαν ἑαυτῆς ἐπελθεῖν, καὶ συναφθῆναι τῷ παρακειμένῳ τῇ Αἰγύπτῳ πελάγει, εἰ μὴ τῷ προστάγματι ἦν πεπεδημένη τοῦ κτίσαντος; ῞Οτι γὰρ ταπεινοτέρα τῆς ἐρυθρᾶς θαλάσσης ἡ Αἴγυπτος, ἔργῳ ἔπεισαν ἡμᾶς οἱ θελήσαντες ἀλλήλοις τὰ πελάγη συνάψαι, τό τε Αἰγύπτιον καὶ τὸ ᾿Ινδικὸν, ἐν ᾧ ἡ ἐρυθρά ἐστι θάλασσα. Διόπερ ἐπέσχον τὴν ἐπιχείρησιν, ὅ τε πρῶτος ἀρξάμενος Σέσωστρις ὁ Αἰγύπτιος, καὶ ὁ μετὰ ταῦτα βουληθεὶς ἐπεξεργάσασθαι Δαρεῖος ὁ Μῆδος. Ταῦτα μοι εἴρηται, ἵνα νοήσωμεν τοῦ προστάγματος τὴν δύναμιν• Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν. Τουτέστιν, ἄλλη ἀπὸ ταύτης μὴ ἀπογενηθήτω, ἀλλ' ἐν τῇ πρώτῃ συλλογῇ ἀπομεινάτω τὸ συναγόμενον.
῎Επειτα ὁ εἰπὼν συναχθῆναι τὰ ὕδατα εἰς συναγωγὴν μίαν, ἔδειξέ σοι, ὅτι πολλὰ ἦν κατὰ πολλοὺς τόπους διῃρημένα τὰ ὕδατα. Αἵ τε γὰρ τῶν ὀρῶν κοιλότητες, φάραγξι βαθείαις ὑπερρηγμέναι, εἶχον τῶν ὑδάτων τὴν συλλογήν. Καὶ προσέτι πεδία πολλά τε καὶ ὕπτια οὐδὲν τῶν μεγίστων πελαγῶν κατὰ τὸ μέγεθος ἀποδέοντα, καὶ αὐλῶνες μυρίοι, καὶ αἱ κοιλάδες κατ' ἄλλα καὶ ἄλλα σχήματα κοιλαινόμεναι, πάντα ὑδάτων τότε πεπληρωμένα, ἀπεκενώθη τῷ θείῳ προστάγματι, πρὸς μίαν συναγωγὴν τοῦ πανταχόθεν ὕδατος συνελασθέντος. Καὶ μηδεὶς λεγέτω, ὅτι εἴπερ ἦν ὕδωρ ἐπάνω τῆς γῆς, πάντως πᾶσαι αἱ κοιλότητες, αἱ νῦν τὴν θάλασσαν ὑποδεξάμεναι, πεπληρωμέναι ὑπῆρχον. Ποῦ τοίνυν ἔμελλον γίνεσθαι τῶν ὑδάτων αἱ συλλογαὶ, προκατειλημμένων τῶν κοίλων; Πρὸς δὴ τοῦτο ἐροῦμεν, ὅτι τότε καὶ τὰ ἀγγεῖα συγκατεσκευάσθη, ὅτι ἔδει μίαν σύστασιν ἀποκριθῆναι τὸ ὕδωρ. Οὐ γὰρ ἦν ἡ ἔξω Γαδείρων θάλασσα• οὐδὲ τὸ μέγα ἐκεῖνο καὶ ἀτόλμητον πλωτῆρσι πέλαγος, τὸ τὴν Βρεττανικὴν νῆσον καὶ τοὺς ἑσπερίους ῎Ιβηρας περιπτυσσόμενον• ἀλλὰ τότε τῆς εὐρυχωρίας τῷ προστάγματι τοῦ Θεοῦ δημιουργηθείσης, ἐπ' αὐτὴν συνεδόθη τῶν ὑδάτων τὰ πλήθη. Πρὸς δὲ τὸ, ὅτι ὑπεναντίως ἔχει τῇ πείρᾳ ὁ τῆς παρ' ἡμῖν κοσμοποιίας λόγος (οὐ γὰρ εἰς μίαν συναγωγὴν ὑδάτων τὸ ὕδωρ ἅπαν φαίνεται συνδραμόν), πολλὰ μέν ἐστιν εἰπεῖν, καὶ πᾶσιν αὐτόθεν γνώριμα. Μήποτε δὲ καὶ τὸ διαμάχεσθαι τοῖς τοιούτοις γελοῖον. Οὐ δήπου γὰρ καὶ τὰ τελματιαῖα, καὶ τὰ ἐξ ὄμβρων συναθροιζόμενα προφέρειν ἡμῖν ὀφείλουσι, καὶ διὰ τούτων τὸν λόγον ἡμῶν ἐλέγχειν οἴεσθαι; ᾿Αλλὰ τὴν μεγίστην καὶ τελεωτάτην συνδρομὴν τῶν ὑδάτων ὠνόμασε συναγωγὴν μίαν. Καὶ γὰρ τὰ φρέατα συναγωγαὶ ὑδάτων εἰσὶ χειροποίητοι, ἐπὶ τὸ κοιλανθὲν τῆς γῆς τῆς ἐνεσπαρμένης νοτίδος ἐπιρρεούσης. Οὐ τοίνυν τὰ τυχόντα τῶν ὑδάτων ἀθροίσματα ἡ τῆς συναγωγῆς ἐμφαίνει προσηγορία, ἀλλὰ τὴν ἐξέχουσαν καὶ μεγίστην, ἐν ᾗ πᾶν τὸ στοιχεῖον ἀθρόον διαδείκνυται. ῞Ωσπερ γὰρ τὸ πῦρ καὶ εἰς μικρὰ κατακεκερματισμένον ἐστὶν ἐπὶ τῆς ὧδε χρείας, καὶ ἀθρόον ἐπὶ τοῦ αἰθέρος κέχυται• καὶ ὁ ἀὴρ διῄρηται μὲν καὶ κατὰ μικρὰ, καὶ ἀθρόως δὲ τὸν περίγειον ἐκπεριείληφε τόπον• οὕτω καὶ ἐπὶ τοῦ ὕδατος, εἰ καὶ μικραί τινές εἰσι διῃρημέναι συστάσεις, ἀλλὰ μία γέ ἐστι συναγωγὴ ἡ τὸ ὅλον στοιχεῖον τῶν λοιπῶν ἀποκρίνουσα. Αἱ μὲν γὰρ λίμναι, αἵ τε κατὰ τὰ μέρη τῆς ἄρκτου, καὶ ὅσαι περὶ τὸν ῾Ελληνικόν εἰσι τόπον, τήν τε Μακεδονίαν, καὶ τὴν Βιθυνῶν χώραν, καὶ τὴν Παλαιστινῶν κατέχουσαι, συναγωγαί εἰσι δηλονότι• ἀλλὰ νῦν περὶ τῆς μεγίστης ἁπασῶν καὶ τῷ μεγέθει τῆς γῆς παρισουμένης ὁ λόγος. ῝Ας πλῆθος μὲν ἔχειν ὕδατος οὐδεὶς ἀντερεῖ• οὐ μὴν θαλάσσας γε ἄν τις αὐτὰς κατὰ τὸν εἰκότα λόγον προσείποι• οὐδ' ἂν ὅτι μάλιστα τὸ ἁλμυρὸν καὶ γεῶδές τινες παραπλήσιον ἔχωσι τῇ μεγάλῃ θαλάσσῃ, ὡς ἥ τε ᾿Ασφαλτῖτις λίμνη ἐπὶ τῆς ᾿Ιουδαίας καὶ ἡ Σερβωνῖτις ἡ μεταξὺ Αἰγύπτου καὶ Παλαιστίνης τὴν ᾿Αραβικὴν ἔρημον παρατείνουσα. Λίμναι γάρ εἰσιν αὗται, θάλασσα δὲ μία, ὡς οἱ τὴν γῆν περιοδεύσαντες ἱστοροῦσιν. Εἰ καὶ τὴν ῾Υρκανίαν οἴονταί τινες, καὶ τὴν Κασπίαν περιγεγράφθαι καθ' ἑαυτάς• ἀλλ' εἴ γέ τι χρὴ ταῖς τῶν ἱστορησάντων προσέχειν γεωγραφίαις, συντέτρηνται πρὸς ἀλλήλας, καὶ πρὸς τὴν μεγίστην θάλασσαν ἅπασαι συνανεστόμωνται. ῾Ως καὶ τὴν ἐρυθρὰν θάλασσάν φασι πρὸς τὴν ἐπέκεινα Γαδείρων συνάπτεσθαι. Πῶς οὖν, φησὶν, ὁ Θεὸς τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας; ῞Οτι συνέδραμε μὲν εἰς συναγωγὴν μίαν τὰ ὕδατα• τὰ δὲ συστήματα τῶν ὑδάτων, τουτέστι, τοὺς κόλπους τοὺς κατ' ἴδιον σχῆμα ὑπὸ τῆς περικειμένης γῆς ἀποληφθέντας, θαλάσσας ὁ Κύριος προσηγόρευσε. Θάλασσα βόρειος, θάλασσα νότιος, ἑῴα θάλασσα, καὶ ἑσπερία πάλιν ἑτέρα. Καὶ ὀνόματα τῶν πελαγῶν ἰδιάζοντα• πόντος Εὔξεινος, καὶ Προποντὶς, ῾Ελλήσποντος, Αἰγαῖος, καὶ ᾿Ιώνιος, Σαρδονικὸν πέλαγος καὶ Σικελικὸν, καὶ Τυρρηνικὸν ἕτερον. Καὶ μυρία γε ὀνόματα πελαγῶν, ἃ μακρὸν ἂν εἴη νῦν καὶ ἀπειροκαλίας μεστὸν δι' ἀκριβείας ἀπαριθμήσασθαι. Διὰ τοῦτο ὠνόμασεν ὁ Θεὸς τὰ συστήματα τῶν ὑδάτων θαλάσσας. 'Αλλ' εἰς τοῦτο μὲν ἡμᾶς ἐξήνεγκεν ἡ ἀκολουθία τοῦ λόγου, ἡμεῖς δὲ πρὸς τὸ ἐξ ἀρχῆς ἐπανέλθωμεν.
Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Οὐκ εἶπε, καὶ ὀφθήτω ἡ γῆ, ἵνα μὴ πάλιν αὐτὴν ἀκατάσκευον ἐπιδείξῃ, πηλώδη οὖσαν, καὶ ἀναμεμιγμένην τῷ ὕδατι, οὔπω τὴν οἰκείαν ἀπολαβοῦσαν μορφὴν οὐδὲ δύναμιν. ῾Ομοῦ δὲ, ἵνα μὴ τῷ ἡλίῳ τὴν τοῦ ἀναξηραίνειν τὴν γῆν αἰτίαν προσθῶμεν, πρεσβυτέραν τῆς τοῦ ἡλίου γενέσεως τὴν ξηρότητα τῆς γῆς ὁ δημιουργὸς παρεσκεύασεν. ᾿Επίστησον δὲ τῇ ἐννοίᾳ τῶν γεγραμμένων, ὅτι οὐ μόνον τὸ πλεονάζον ὕδωρ ἀπερρύη τῆς γῆς, ἀλλὰ καὶ ὅσον ἀνεμέμικτο αὐτῇ διὰ βάθους, καὶ τοῦτο ὑπεξῆλθε τῷ ἀπαραιτήτῳ προστάγματι τοῦ Δεσπότου πεισθέν. Καὶ ἐγένετο οὕτως. ᾿Αρκοῦσα αὕτη ἡ ἐπαγωγὴ πρὸς τὸ δεῖξαι εἰς ἔργον ἐλθοῦσαν τοῦ δημιουργοῦ τὴν φωνήν. Πρόσκειται δὲ ἐν πολλοῖς τῶν ἀντιγράφων, Καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά• ἅπερ οὔτε τινὲς τῶν λοιπῶν ἐκδεδώκασιν ἑρμηνέων, οὔτε ἡ χρῆσις τῶν ῾Εβραίων ἔχουσα φαίνεται. Καὶ γὰρ τῷ ὄντι παρέλκει μετὰ τὴν μαρτυρίαν τοῦ, ὅτι ᾿Εγένετο οὕτως, ἡ τῶν αὐτῶν πάλιν ἐπεκδιήγησις. Τὰ τοίνυν ἀκριβῆ τῶν ἀντιγράφων ὠβέλισται• ὁ δὲ ὀβελὸς, ἀθετήσεως σύμβολον. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν, γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Διὰ τί καὶ ἐν τοῖς κατόπιν εἴρηται, Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρὰ, ἀλλ' οὐχὶ γέγραπται, καὶ ὀφθήτω ἡ γῆ; καὶ ἐνταῦθα πάλιν, ῎Ωφθη ξηρὰ, καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν, γῆν; ῞Οτι ἡ μὲν ξηρὰ τὸ ἰδίωμά ἐστι, τὸ οἱονεὶ χαρακτηριστικὸν τῆς φύσεως τοῦ ὑποκειμένου, ἡ δὲ γῆ προσηγορία τίς ἐστι ψιλὴ τοῦ πράγματος. ῾Ως γὰρ τὸ λογικὸν ἴδιόν ἐστι τοῦ ἀνθρώπου, ἡ δὲ ἄνθρωπος φωνὴ σημαντική ἐστι τοῦ ζῴου ᾧ ὑπάρχει τὸ ἴδιον• οὕτω καὶ τὸ ξηρὸν ἴδιόν ἐστι τῆς γῆς καὶ ἐξαίρετον. Ω τοίνυν ἰδίως ὑπάρχει τὸ ξηρὸν, τοῦτο ἐπικέκληται γῆ• ὥσπερ ᾧ ἰδίως πρόσεστι τὸ χρεμετιστικὸν, τοῦτο ἐπικέκληται ἵππος. Οὐ μόνον δὲ ἐπὶ τῆς γῆς ἔστι τοῦτο, ἀλλὰ καὶ τῶν ἄλλων στοιχείων ἕκαστον ἰδιάζουσαν καὶ ἀποκεκληρωμένην ἔχει ποιότητα, δι' ἧς τῶν τε λοιπῶν ἀποκρίνεται, καὶ αὐτὸ ἕκαστον ὁποῖόν ἐστιν ἐπιγινώσκεται. Τὸ μὲν ὕδωρ ἰδίαν ποιότητα τὴν ψυχρότητα ἔχει• ὁ δὲ ἀὴρ τὴν ὑγρότητα• τὸ δὲ πῦρ τὴν θερμότητα. ᾿Αλλὰ ταῦτα μὲν, ὡς πρῶτα στοιχεῖα τῶν συνθέτων κατὰ τὸν εἰρημένον τρόπον τῷ λογισμῷ θεωρεῖται, τὰ δὲ ἤδη ἐν σώματι κατατεταγμένα καὶ ὑποπίπτοντα τῇ αἰσθήσει, συνεζευγμένας ἔχει τὰς ποιότητας. Καὶ οὐδὲν ἀπολελυμένως ἐστὶ μοναχὸν οὐδὲ ἁπλοῦν καὶ εἰλικρινὲς τῶν ὁρωμένων καὶ αἰσθητῶν• ἀλλ' ἡ μὲν γῆ ξηρὰ καὶ ψυχρὰ, τὸ δὲ ὕδωρ ὑγρὸν καὶ ψυχρὸν, ὁ δὲ ἀὴρ θερμὸς καὶ ὑγρὸς, τὸ δὲ πῦρ θερμὸν καὶ ξηρόν, Οὕτω γὰρ, διὰ τῆς συζύγου ποιότητος, ἡ δύναμις προέρχεται τοῦ ἀναμιχθῆναι ἑκάστῳ πρὸς ἕκαστον• τῷ τε γὰρ γείτονι στοιχείῳ διὰ τῆς κοινῆς ποιότητος ἕκαστον ἀνακίρναται, καὶ διὰ τῆς πρὸς τὸ σύνεγγυς κοινωνίας τῷ ἀντικειμένῳ συνάπτεται. Οἷον, ἡ γῆ, ξηρὰ οὖσα καὶ ψυχρὰ, ἑνοῦται μὲν τῷ ὕδατι κατὰ τὴν συγγένειαν τῆς ψυχρότητος, ἑνοῦται δὲ διὰ τοῦ ὕδατος τῷ ἀέρι• ἐπειδὴ μέσον ἀμφοτέρων τεταγμένον τὸ ὕδωρ, οἱονεὶ χειρῶν δύο ἐπιβολῇ ἑκατέρᾳ ποιότητι τῶν παρακειμένων ἐφάπτεται, τῇ μὲν ψυχρότητι τῆς γῆς, τῇ ὑγρότητι δὲ τοῦ ἀέρος. Πάλιν ὁ ἀὴρ τῇ ἑαυτοῦ μεσιτείᾳ διαλλακτὴς γίνεται τῆς μαχομένης φύσεως ὕδατος καὶ πυρὸς, τῷ ὕδατι μὲν διὰ τῆς ὑγρότητος, τῷ πυρὶ δὲ διὰ τοῦ θερμοῦ συμπλεκόμενος. Τὸ δὲ πῦρ θερμὸν καὶ ξηρὸν ὑπάρχον τὴν φύσιν, τῷ μὲν θερμῷ πρὸς τὸν ἀέρα συνδεῖται, τῷ ξηρῷ δὲ πάλιν πρὸς τὴν κοινωνίαν τῆς γῆς ἐπανέρχεται. Καὶ οὕτω γίνεται κύκλος καὶ χορὸς ἐναρμόνιος, συμφωνούντων πάντων καὶ συστοιχούντων ἀλλήλοις. ῞Οθεν κυρίως αὐτοῖς καὶ ἡ προσηγορία τῶν στοιχείων ἐφήρμοσται. Ταῦτά μοι εἴρηται παριστῶντι τὴν αἰτίαν δι' ἣν ὁ Θεὸς τὴν ξηρὰν ἐκάλεσε γῆν, ἀλλ' οὐχὶ τὴν γῆν προσεῖπε ξηράν. Διότι τὸ ξηρὸν οὐχὶ τῶν ὕστερον προσγινομένων ἐστὶ τῇ γῇ, ἀλλὰ τῶν ἐξ ἀρχῆς συμπληρούντων αὐτῆς τὴν οὐσίαν. Τὰ δὲ αὐτὴν τοῦ εἶναι αἰτίαν παρέχοντα, πρότερα τῇ φύσει τῶν μετὰ ταῦτα προσγινομένων καὶ προτιμότερα. ῞Ωστε εἰκότως ἐκ τῶν προϋπαρχόντων καὶ πρεσβυτέρων ἐπενοήθη τῇ γῇ τὰ γνωρίσματα.
Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐκ αὐτὸ τοῦτο τερπνήν τινα ὄψιν θαλάσσης ὁ λόγος ἐνδείκνυται τῷ Θεῷ πεφηνέναι. Οὐ γὰρ ὀφθαλμοῖς βλέπει τὰ κάλλη τῆς κτίσεως ὁ ποιητὴς, ἀλλὰ τῇ ἀρρήτῳ σοφίᾳ θεωρεῖ τὰ γινόμενα. ῾Ηδὺ μὲν γὰρ θέαμα, λευκαινομένη θάλασσα, γαλήνης αὐτὴν σταθερᾶς κατεχούσης• ἡδὺ δὲ καὶ ὅταν πραείαις αὔραις τραχυνομένη τὰ νῶτα, πορφύρουσαν χρόαν ἢ κυανῆν τοῖς ὁρῶσι προσβάλλῃ• ὅτε οὐδὲ τύπτει βιαίως τὴν γείτονα χέρσον, ἀλλ' οἷον εἰρηνικαῖς τισιν αὐτὴν περιπλοκαῖς κατασπάζεται. Οὐ μὴν οὕτω καὶ Θεῷ οἴεσθαι χρὴ τὴν Γραφὴν εἰρηκέναι καλὴν καὶ ἡδεῖαν ὦφθαι τὴν θάλασσαν, ἀλλὰ τὸ καλὸν ἐκεῖ τῷ λόγῳ τῆς δημιουργίας κρίνεται. Πρῶτον μὲν, ὅτι πηγὴ τῆς περὶ γῆν ἁπάσης νοτίδος ἐστὶ τὸ τῆς θαλάσσης ὕδωρ• τοῦτο μὲν ἐν τοῖς ἀφανέσι πόροις διαδιδόμενον, ὡς δηλοῦσιν αἱ σομφώδεις τῶν ἠπείρων καὶ ὕπαντροι, ὑφ' ἃς ἡ ῥοώδης διαυλωνίζουσα θάλασσα, ἐπειδὰν σκολιαῖς καὶ οὐ πρὸς τὸ ὄρθιον φερομέναις ἐναποληφθῇ διεξόδοις, ὑπὸ τοῦ κινοῦντος αὐτὴν πνεύματος ὠθουμένη, φέρεται ἔξω τὴν ἐπιφάνειαν διαρρήξασα, καὶ γίνεται πότιμος ἐκ τῆς διηθήσεως τὸ πικρὸν ἰαθεῖσα. ῎Ηδη δὲ καὶ θερμοτέρας ἐκ μετάλλων ποιότητος κατὰ τὴν διέξοδον προσλαβοῦσα, ἐκ τῆς αὐτῆς τοῦ κινοῦντος αἰτίας ζέουσα γίνεται, ὡς τὰ πολλὰ, καὶ πυρώδης• ὅπερ πολλαχοῦ μὲν τῶν νήσων, πολλαχοῦ δὲ τῶν παραλίων τόπων ἔξεστιν ἱστορῆσαι. ῞Οπου γε καὶ κατὰ τὴν μεσόγειαν, τόποι τινὲς τῶν ποταμίων ὑδάτων γείτονες, ὡς μικρὰ μεγάλοις εἰκάσαι, τὰ παραπλήσια πάσχουσι. Πρὸς οὖν τί τοῦτο εἴρηταί μοι; ῞Οτι πᾶσα ὑπόνομός ἐστιν ἡ γῆ, διὰ πόρων ἀφανῶν ἐκ τῶν ἀρχῶν τῆς θαλάσσης ὑπονοστοῦντος τοῦ ὕδατος.
Καλὴ τοίνυν ἡ θάλασσα τῷ Θεῷ, καὶ διὰ τὴν ἐν τῷ βάθει τῆς ἰκμάδος ὑποδρομήν• καλὴ καὶ διότι ποταμῶν οὖσα δοχεῖον, εἰς ἑαυτὴν τὰ πανταχόθεν καταδέχεται ῥεύματα, καὶ μένει τῶν ὅρων εἴσω τῶν ἑαυτῆς• καλὴ καὶ διότι τοῖς ἀερίοις ὕδασιν ἀρχὴ τίς ἐστι καὶ πηγὴ, θαλπομένη μὲν τῇ ἀκτῖνι τοῦ ἡλίου, ἀποτιθεμένη δὲ τὸ λεπτὸν τοῦ ὕδατος διὰ τῶν ἀτμῶν, ὅπερ ἑλκυσθὲν εἰς τὸν ἄνω τόπον, εἶτα καταψυχθὲν διὰ τὸ ὑψηλότερον γενέσθαι τῆς ἀπὸ τοῦ ἐδάφους ἀνακλάσεως τῶν ἀκτίνων, καὶ ὁμοῦ τῆς ἐκ τοῦ νέφους σκιᾶς τὴν ψύξιν ἐπιτεινούσης, ὑετὸς γίνεται, καὶ πιαίνει τὴν γῆν. Καὶ τούτοις οὐδεὶς ἀπιστεῖ πάντως τοὺς ὑποκαιομένους λέβητας ἐννοήσας, οἳ πλήρεις ὄντες ὑγροῦ, πολλάκις κενοὶ κατελείφθησαν, εἰς ἀτμὸν παντὸς τοῦ ἑψομένου διακριθέντος. ᾿Αλλὰ καὶ αὐτό ἐστιν ἰδεῖν τὸ τῆς θαλάσσης ὕδωρ παρὰ τῶν ναυτιλλομένων ἑψόμενον• οἳ τοὺς ἀτμοὺς σπόγγοις ὑποδεχόμενοι, τὴν χρείαν μετρίως ἐν ταῖς ἀνάγκαις παραμυθοῦνται. Καλὴ δὲ καὶ ἄλλως παρὰ Θεῷ, ὅτι περισφίγγει τὰς νήσους, ὁμοῦ μὲν κόσμον αὐταῖς, ὁμοῦ δὲ καὶ ἀσφάλειαν παρεχομένη δι' ἑαυτῆς• ἔπειτα καὶ ὅτι τὰς πλεῖστον ἀλλήλων διεστώσας ἠπείρους συνάπτει δι' ἑαυτῆς, ἀκώλυτον τοῖς ναυτιλλομένοις τὴν ἐπιμιξίαν παρεχομένη• δι' ὧν καὶ ἱστορίας τῶν ἀγνοουμένων χαρίζεται, καὶ πλούτου πρόξενος ἐμπόροις γίνεται, καὶ τὰς τοῦ βίου χρείας ἐπανορθοῦται ῥᾳδίως, ἐξαγωγὴν μὲν τῶν περιττῶν τοῖς εὐθηνουμένοις παρεχομένη, ἐπανόρθωσιν δὲ τοῦ λείποντος χαριζομένη τοῖς ἐνδεέσι. Καὶ πόθεν ἐμοὶ ὅλον ἰδεῖν μετὰ ἀκριβείας τῆς θαλάσσης τὸ κάλλος, ὅσον τῷ ὀφθαλμῷ τοῦ ποιήσαντος κατεφάνη; Εἰ δὲ θάλασσα καλὴ καὶ ἐπαινετὴ τῷ Θεῷ, πῶς οὐχὶ καλλίων ἐκκλησίας τοιαύτης σύλλογος, ἐν ᾗ συμμιγὴς ἦχος, οἷόν τινος κύματος ἠϊόνι προσφερομένου, ἀνδρῶν καὶ γυναικῶν καὶ νηπίων, κατὰ τὰς πρὸς τὸν Θεὸν ἡμῶν δεήσεις, ἐκπέμπεται. Γαλήνη δὲ βαθεῖα ἀσάλευτον αὐτὴν διασώζει, τῶν πνευμάτων τῆς πονηρίας ταράξαι αὐτὴν τοῖς αἱρετικοῖς λόγοις μὴ δυνηθέντων. Γένοισθε οὖν ἄξιοι τῆς ἀποδοχῆς τοῦ Κυρίου, τὴν εὐταξίαν ταύτην ἐπὶ τὸ εὐπρεπέστατον διασώσαντες, ἐν Χριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
᾿Αμήν.

Περί του στερεώματος.

Περί του στερεώματος.




OMIΛΙΑ γ.

Περὶ τοῦ στερεώματος.
 
 Τὰ τῆς πρώτης ἡμέρας ἔργα, μᾶλλον δὲ τὰ τῆς μιᾶς• μὴ γὰρ οὖν ἀφελώμεθα αὐτῆς τὸ ἀξίωμα, ὃ ἐν τῇ φύσει ἔχει, παρὰ τοῦ κτίσαντος καθ' ἑαυτὴν ἐκδοθεῖσα, οὐκ ἐν τῇ πρὸς τὰς ἄλλας συντάξει ἀριθμηθεῖσα πλὴν ἀλλ' ὅτι τὰ ἐν αὐτῇ γενόμενα χθὲς ἐπελθὼν ὁ λόγος καὶ διελὼν τὴν ἐξήγησιν τοῖς ἀκροωμένοις, τὴν μὲν ἑωθινὴν τροφὴν τῶν ψυχῶν, τὴν δὲ ἑσπερινὴν εὐφροσύνην ποιησάμενος, νῦν ἐπὶ τὰ τῆς δευτέρας θαύματα μεταβαίνει. Λέγω δὲ τοῦτο οὐκ ἐπὶ τὴν τοῦ ἐξηγουμένου δύναμιν ἀναφέρων, ἀλλ' ἐπὶ τὴν χάριν τῶν γεγραμμένων, φυσικῶς ἔχουσαν τὸ εὐπαράδεκτον, καὶ πάσῃ καρδίᾳ προσηνές τε καὶ φίλον, τῶν τὸ ἀληθὲς τοῦ πιθανοῦ προτιμώντων Καθὸ καὶ ὁ ψαλμῳδὸς ἐμφατικώτατα τὸ ἐκ τῆς ἀληθείας ἡδὺ παριστῶν, ‘Ως γλυκέα, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Χθὲς τοίνυν, καθόσον ἦν δυνατὸν, τῇ περὶ τὰ λόγια τοῦ Θεοῦ διατριβῇ τὰς ψυχὰς ὑμῶν εὐφράναντες, πάλιν ἀπηντήσαμεν σήμερον ἐν δευτέρᾳ ἡμέρᾳ, τῶν τῆς δευτέρας ἡμέρας ἔργων τὰ θαύματα κατοψόμενοι. ᾿Αλλὰ γὰρ οὐ λέληθέ με, ὅτι πολλοὶ τεχνῖται τῶν βαναύσων τεχνῶν, ἀγαπητῶς ἐκ τῆς ἐφ' ἡμέραν ἐργασίας τὴν τροφὴν ἑαυτοῖς συμπορίζοντες, περιεστήκασιν ἡμᾶς, οἳ τὸν λόγον ἡμῖν συντέμνουσιν, ἵνα μὴ ἐπὶ πολὺ τῆς ἐργασίας ἀφέλκωνται. Πρὸς οὓς τί φημι;
῞Οτι τὸ δανεισθὲν τῷ Θεῷ τοῦ χρόνου μέρος οὐκ ἀφανίζεται, ἀλλὰ σὺν μεγάλῃ ἀποδίδοται παρ' αὐτοῦ τῇ προσθήκῃ. Καὶ γὰρ ὅσαι περιστάσεις ἀσχολίας ποιητικαὶ, ταύτας ὁ Κύριος παραπέμψει• καὶ σώματι τόνον, καὶ ψυχῇ προθυμίαν, καὶ συναλλαγμάτων εὐμάρειαν, καὶ τὴν εἰς πάντα τὸν βίον εὐοδίαν τοῖς τὰ πνευματικὰ προτιμότερα ποιουμένοις διδούς. Κἂν ἐν τῷ παρόντι δὲ μὴ κατ' ἐλπίδας ἡμῖν ἐκβῇ τὰ σπουδαζόμενα, ἀλλὰ πρός γε τὸν ἐφεξῆς αἰῶνα ἀγαθὸς θησαυρὸς ἡ διδασκαλία τοῦ Πνεύματος. ῎Ανελε τοίνυν τῆς καρδίας πᾶσαν τοῦ βίου μέριμναν, καὶ ὅλον μοι σεαυτὸν ἐνταῦθα συνάγαγε. Οὐ γὰρ ὄφελός τι τῆς τοῦ σώματος παρουσίας, τῆς καρδίας σου περὶ τὸν γήϊνον θησαυρὸν πονουμένης.
Καὶ εἶπεν ὁ Θεὸς γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. ῎Ηδη καὶ χθὲς ἠκούσαμεν Θεοῦ ῥημάτων, Γενηθήτω φῶς. Καὶ σήμερον, Γενηθήτω στερέωμα. Πλέον δέ τι ἔχειν δοκεῖ τὰ παρόντα, ὅτι οὐκ ἀπέμεινεν ὁ λόγος ἐν ψιλῷ τῷ προστάγματι, ἀλλὰ καὶ τὴν αἰτίαν καθ' ἣν ἐπιζητεῖται τοῦ στερεώματος ἡ κατασκευὴ προσδιώρισεν. ῞Ινα διαχωρίζῃ, φησὶν, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Πρῶτον μὲν οὖν ἀναλαβόντες ζητῶμεν, πῶς ὁ Θεὸς διαλέγεται. ῏Αρα τὸν ἡμέτερον τρόπον, πρότερον μὲν ὁ ἀπὸ τῶν πραγμάτων τύπος ἐγγίνεται τῇ νοήσει, ἔπειτα μετὰ τὸ φαντασθῆναι, ἀπὸ τῶν ὑποκειμένων τὰς οἰκείας καὶ προσφυεῖς ἑκάστου σημασίας ἐκλεγόμενος ἐξαγγέλλει; εἶτα τῇ ὑπηρεσίᾳ τῶν φωνητικῶν ὀργάνων παραδοὺς τὰ νοηθέντα, οὕτω διὰ τῆς τοῦ ἀέρος τυπώσεως, κατὰ τὴν ἔναρθρον τῆς φωνῆς κίνησιν, ἐν τῷ κρυπτῷ νόημα σαφηνίζει; Καὶ πῶς οὐ μυθῶδες τῆς τοιαύτης περιόδου λέγειν τὸν Θεὸν χρῄζειν πρὸς τὴν τῶν νοηθέντων δήλωσιν; ῍Η εὐσεβέστερον λέγειν, ὅτι τὸ θεῖον βούλημα καὶ ἡ πρώτη ὁρμὴ τοῦ νοεροῦ κινήματος, τοῦτο Λόγος ἐστὶ τοῦ Θεοῦ; Σχηματίζει δὲ αὐτὸν διεξοδικῶς ἡ Γραφὴ, ἵνα δείξῃ ὅτι οὐχὶ γενέσθαι μόνον ἐβουλήθη τὴν κτίσιν, ἀλλὰ καὶ διά τινος συνεργοῦ παραχθῆναι ταύτην εἰς γέννησιν. ᾿Εδύνατο γὰρ, ὡς ἐξ ἀρχῆς εἶπε, περὶ πάντων ἐπεξελθεῖν, ᾿Εν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν• εἶτα, ᾿Εποίησε φῶς• εἶτα, ᾿Εποίησε τὸ στερέωμα• νῦν δὲ τὸν Θεὸν προστάττοντα καὶ διαλεγόμενον εἰσάγουσα, τὸν ᾧ προστάσσει καὶ ᾧ διαλέγεται κατὰ τὸ σιωπώμενον ὑποφαίνει, οὐ βασκαίνουσα ἡμῖν τῆς γνώσεως, ἀλλ' ἐκκαίουσα ἡμᾶς πρὸς τὸν πόθον, di' ὧν ἴχνη τινὰ καὶ ἐμφάσεις ὑποβάλλει τοῦ ἀπορρήτου. Τὸ γὰρ πόνῳ κτηθὲν, περιχαρῶς ὑπεδέχθη καὶ φιλοπόνως διεφυλάχθη• ὧν μέντοι πρόχειρος ὁ πορισμὸς, τούτων ἡ κτῆσις εὐκαταφρόνητος. Διὰ τοῦτο ὁδῷ τινι καὶ τάξει ἡμᾶς εἰς τὴν περὶ τοῦ Μονογενοῦς ἔννοιαν προσβιβάζει. Καίτοιγε τοῦ ἐν φωνῇ λόγου οὐδὲ οὕτως ἦν χρεία τῇ ἀσωμάτῳ φύσει, αὐτῶν τῶν νοηθέντων μεταδίδοσθαι δυναμένων τῷ συνεργοῦντι. ῞Ωστε τίς χρεία λόγου τοῖς δυναμένοις ἐξ αὐτοῦ τοῦ νοήματος κοινωνεῖν ἀλλήλοις τῶν βουλευμάτων; Φωνὴ μὲν γὰρ δι' ἀκοὴν, καὶ ἀκοὴ φωνῆς ἕνεκεν. ῞Οπου δὲ οὐκ ἀὴρ, οὐχὶ γλῶσσα, οὐχὶ οὖς, οὐ πόρος σκολιὸς ἐπὶ τὴν ἐν τῇ κεφαλῇ συναίσθησιν ἀναφέρων τοὺς ψόφους, ἐκεῖ οὐδὲ ῥημάτων χρεία, ἀλλ' ἐξ αὐτῶν, ὡς ἂν εἴποι τις, τῶν ἐν καρδίᾳ νοημάτων τοῦ θελήματος ἡ μετάδοσις. ῞Οπερ οὖν ἔφην, ὥστε διαναστῆναι τὸν νοῦν ἡμῶν πρὸς τὴν ἔρευναν τοῦ προσώπου πρὸς ὃν οἱ λόγοι, σοφῶς καὶ ἐντέχνως τὸ σχῆμα τοῦτο τῆς διαλέκτου παρείληπται.
Δεύτερόν ἐστιν ἐξετάσαι, εἰ ἕτερον παρὰ τὸν ἐν ἀρχῇ πεποιημένον οὐρανὸν τὸ στερέωμα τοῦτο, ὃ καὶ αὐτὸ ἐπεκλήθη οὐρανὸς, καὶ εἰ ὅλως οὐρανοὶ δύο• ὅπερ οἱ τὰ περὶ οὐρανοῦ φιλοσοφήσαντες ἕλοιντ' ἂν μᾶλλον τὰς γλώσσας προέσθαι, ἢ ὡς ἀληθὲς παραδέξασθαι. ῞Ενα γὰρ ὑποτίθενται οὐρανὸν, καὶ οὐκ ἔχειν αὐτῷ φύσιν, δεύτερον, ἢ τρίτον, ἢ πολλοστὸν προσγενέσθαι, πάσης τῆς οὐσίας τοῦ οὐρανίου σώματος εἰς τὴν τοῦ ἑνὸς σύστασιν ἀπαναλωθείσης, ὡς οἴονται. ῝Εν γάρ φασι τὸ κυκλοφορικὸν σῶμα, καὶ τοῦτο πεπερασμένον• ὅπερ εἰ συναπήρτισται τῷ πρώτῳ οὐρανῷ, μηδὲν ὑπολείπεσθαι πρὸς δευτέρου ἢ τρίτου γένεσιν.
Ταῦτα μὲν οὖν οἱ ὕλην ἀγέννητον ἐπεισάγοντες τῷ δημιουργῷ φαντάζονται, ἐκ τῆς πρώτης μυθοποιίας πρὸς τὸ ἀκόλουθον ψεῦδος ὑποφερόμενοι• ἡμεῖς δὲ ἀξιοῦμεν τοὺς τῶν ῾Ελλήνων σοφοὺς, μὴ πρότερον ἡμᾶς καταχλευάζειν πρὶν τὰ πρὸς ἀλλήλους διάθωνται. Εἰσὶ γὰρ ἐν αὐτοῖς οἳ ἀπείρους οὐρανοὺς καὶ κόσμους εἶναί φασιν, ὧν ὅταν ἀπελέγξωσιν τὸ ἀπίθανον οἱ ἐμβριθεστέραις ταῖς ἀποδείξεσι χρώμενοι, καὶ ταῖς γεωμετρικαῖς ἀνάγκαις συστήσωσι μὴ ἔχειν φύσιν ἄλλον οὐρανὸν γενέσθαι παρὰ τὸν ἕνα, τότε καὶ μᾶλλον καταγελασόμεθα τῆς γραμμικῆς καὶ ἐντέχνου αὐτῶν φλυαρίας, εἴπερ ὁρῶντες πομφόλυγας διὰ τῆς ὁμοίας αἰτίας γινομένας μίαν τε καὶ πολλὰς, εἶτα ἀμφιβάλλουσι περὶ οὐρανῶν πλειόνων, εἰ ἐξαρκεῖ αὐτοὺς ἡ δημιουργικὴ δύναμις παραγαγεῖν εἰς τὸ εἶναι. ῟Ων τὴν ἰσχὺν καὶ τὸ μέγεθος οὐδὲν ἡγούμεθα διαφέρειν τῆς κοίλης νοτίδος τῆς ὑπερφυσωμένης ἐν τοῖς κρουνοῖς, ὅταν πρὸς τὴν ὑπεροχὴν τῆς τοῦ Θεοῦ δυνάμεως ἀποβλέψωμεν. ῞Ωστε καταγέλαστος αὐτοῖς ὁ τοῦ ἀδυνάτου λόγος. ῾Ημεῖς δὲ τοσοῦτον ἀπέχομεν τῷ δευτέρῳ ἀπιστεῖν, ὅτι καὶ τὸν τρίτον ἐπιζητοῦμεν, οὗ τῆς θέας ὁ μακάριος Παῦλος ἠξιώθη. ῾Ο δὲ ψαλμὸς ὀνομάζων οὐρανοὺς οὐρανῶν, καὶ πλειόνων ἡμῖν ἔννοιαν ἐνεποίησε. Οὐ δήπου δὲ ταῦτα παραδοξότερα τῶν ἑπτὰ κύκλων, καθ' ὧν οἱ ἑπτὰ ἀστέρες σχεδὸν παρὰ πάντων συμφώνως ὁμολογοῦνται φέρεσθαι, οὓς καὶ ἐνηρμόσθαι φασὶν ἑτέρῳ τὸν ἕτερον, κατὰ τὴν εἰκόνα τῶν κάδων τῶν εἰς ἀλλήλους ἐμβεβηκότων. Τούτους δὲ τὴν ἐναντίαν τῷ παντὶ φερομένους, περισχιζομένου τοῦ αἰθέρος αὐτοῖς, εὔηχόν τινα καὶ ἐναρμόνιον ἀποδιδόναι φθόγγον, ὥστε πᾶσαν τὴν ἐν μελῳδίαις ἡδονὴν ὑπερβάλλειν. Εἶτα ἐπειδὰν τὴν διὰ τῆς αἰσθήσεως πίστιν οἱ ταῦτα λέγοντες ἀπαιτῶνται, τί φασιν; ῞Οτι διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν πρὸς τὸν ψόφον ἐκ πρώτης γενέσεως συνεθισθέντες αὐτῷ, ἐκ πολλῆς τῆς περὶ τὸ ἀκούειν μελέτης τὴν αἴσθησιν ἀφῃρήμεθα• ὥσπερ οἱ ἐν τοῖς χαλκείοις συνεχῶς τὰ ὦτα κατακρουόμενοι. ῟Ων τὸ σεσοφισμένον καὶ σαθρὸν διελέγχειν, οὕτως ἐναργῶς ἐκ πρώτης ἀκοῆς πᾶσι καταφαινόμενον, οὐκ ἔστιν ἀνδρὸς οὔτε χρόνου εἰδότος φείδεσθαι, οὔτε τῆς συνέσεως τῶν ἀκουόντων στοχαζομένου. ᾿Αλλὰ τὰ τῶν ἔξωθεν τοῖς ἔξω καταλιπόντες ἡμεῖς ἐπὶ τὸν ἐκκλησιαστικὸν ὑποστρέφομεν λόγον. Εἴρηται μὲν οὖν τισι τῶν πρὸ ἡμῶν, μὴ δευτέρου οὐρανοῦ γένεσιν εἶναι ταύτην, ἀλλ' ἐπεξήγησιν τοῦ προτέρου, διὰ τὸ ἐκεῖ μὲν ἐν κεφαλαίῳ παραδεδόσθαι οὐρανοῦ καὶ γῆς ποίησιν, ἐνταῦθα δὲ ἐπεξεργαστικώτερον τὸν τρόπον καθ' ὃν ἕκαστον γέγονε τὴν Γραφὴν ἡμῖν παραδιδόναι. ῾Ημεῖς δέ φαμεν, ὅτι ἐπειδὴ καὶ ὄνομα ἕτερον καὶ χρεία ἰδιάζουσα τοῦ δευτέρου οὐρανοῦ παραδέδοται, ἕτερός ἐστι παρὰ τὸν ἐν ἀρχῇ πεποιημένον οὗτος, στερεωτέρας φύσεως, καὶ χρείαν ἐξαίρετον τῷ παντὶ παρεχόμενος.
Καὶ εἶπεν ὁ Θεός• γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα• καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. Καὶ πρό γε τοῦ ἅψασθαι τῆς διανοίας τῶν γεγραμμένων, πειραθῶμεν τὸ παρὰ τῶν ἄλλων ἀντεπαγόμενον διαλῦσαι. ᾿Ερωτῶσι γὰρ ἡμᾶς, εἰ σφαιρικὸν μὲν τὸ σῶμα τοῦ στερεώματος, ὡς ἡ ὄψις δηλοῖ, ῥυτὸν δὲ τὸ ὕδωρ καὶ περιολισθαῖνον τοῖς ὑψηλοῖς, πῶς ἂν ἐδυνήθη ἐπὶ τῆς κυρτῆς περιφερείας τοῦ στερεώματος ἱδρυνθῆναι; Τί δὴ πρὸς τοῦτο ἐροῦμεν; ῞Οτι μάλιστα μὲν οὐκ εἴ τι πρὸς ἡμᾶς κυκλοτερὲς ὁρᾶται κατὰ τὴν ἔνδον κοιλότητα, τοῦτο ἀνάγκη καὶ τὴν ἔξωθεν ἐπιφάνειαν σφαιρικῶς ἀπηρτίσθαι, καὶ ὅλον ἀκριβῶς ἔντορνον εἶναι καὶ λείως περιηγμένον• ὅπου γε ὁρῶμεν τῶν τε λουτρῶν τοὺς λιθίνους ὀρόφους, καὶ τὰς τῶν ἀντρωδῶν οἰκοδομημάτων κατασκευὰς, ἃ κατὰ τὴν ἔνδον ὄψιν εἰς ἡμικύκλιον σχῆμα περιηγμένα, ἐν τοῖς ἄνω τοῦ τέγους ὁμαλὴν ἔχει πολλάκις τὴν ἐπιφάνειαν. ῞Ωστε τούτου γε ἕνεκεν μήτε αὐτοὶ ἐχέτωσαν πράγματα, μήτε ἡμῖν παρεχέτωσαν, ὡς οὐ δυναμένοις τὸ ὕδωρ κατασχεῖν ἐν τοῖς ἄνω. ῾Εξῆς δ' ἂν εἴη λέγειν, τίς ἡ φύσις τοῦ στερεώματος, καὶ διὰ τίνα αἰτίαν μεσιτεύειν ἐτάχθη τῷ ὕδατι. Τὸ τοῦ στερεώματος ὄνομα σύνηθες τῇ Γραφῇ ἐπὶ τῶν κατ' ἰσχὺν ὑπερβαλλόντων τάσσειν• ὡς ὅταν λέγῃ, Κύριος στερέωμά μου, καὶ καταφυγή μου• καὶ, ᾿Εγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς• καὶ τὸ, Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ. Οἱ μὲν γὰρ ἔξωθεν στερεὸν λέγουσι σῶμα τὸ οἷον ναστὸν καὶ πλῆρες, ὃ πρὸς ἀντιδιαστολὴν τοῦ μαθηματικοῦ λέγεται. ῎Εστι δὲ τὸ μὲν μαθηματικὸν τὸ ἐν μόναις ταῖς διαστάσεσι τὸ εἶναι ἔχον, ἐν τῷ πλάτει, λέγω, καὶ τῷ βάθει, καὶ τῷ ὕψει• τὸ δὲ στερεὸν ὃ πρὸς τοῖς διαστήμασι καὶ τὴν ἀντιτυπίαν ἔχει. Τῇ δὲ Γραφῇ σύνηθες, τὸ κραταιὸν καὶ ἀνένδοτον, στερέωμα λέγειν, ὡς καὶ ἐπὶ ἀέρος πολλάκις καταπυκνωθέντος τῇ φωνῇ ταύτῃ κεχρῆσθαι• ὡς ὅταν λέγῃ• ῾Ο στερεῶν βροντήν. Τὴν γὰρ στερρότητα καὶ ἀντιτυπίαν τοῦ πνεύματος τοῦ ἐναπολαμβανομένου ταῖς κοιλότησι τῶν νεφῶν, καὶ διὰ τὸ βιαίως ἐκρήγνυσθαι τοὺς κατὰ τὰς βροντὰς ἀποτελοῦντος ψόφους, στερέωσιν βροντῆς ἡ Γραφὴ προσηγόρευσεν. Καὶ νῦν τοίνυν ἡγούμεθα ἐπί τινος στερρᾶς φύσεως, στέγειν τοῦ ὕδατος τὸ ὀλισθηρὸν καὶ εὐδιάλυτον ἐξαρκούσης, τὴν φωνὴν ταύτην τετάχθαι. Καὶ οὐ δήπου, ἐπειδὴ κατὰ τὴν κοινὴν ἐκδοχὴν ἐκ τοῦ ὕδατος δοκεῖ τὴν γένεσιν ἐσχηκέναι, ἢ ὕδατι πεπηγότι ἐμφερὲς εἶναι προσήκει νομίζειν, ἤ τινι τοιαύτῃ ὕλῃ ἐκ τῆς τοῦ ὑγροῦ διηθήσεως τὴν ἀρχὴν λαμβανούσῃ, ὁποία ἐστὶν ἥ τε τοῦ κρυστάλλου λίθου, ὃν δι' ὑπερβάλλουσαν τοῦ ὕδατος πῆξιν μεταποιεῖσθαί φασιν, ἢ ἡ τοῦ σπέκλου φύσις ἐν μετάλλοις συνισταμένη. Λίθος δέ ἐστι διαυγὴς, ἰδιάζουσαν καὶ καθαρωτάτην τὴν διαφάνειαν κεκτημένος, ὃς ἐὰν κατὰ τὴν ἑαυτοῦ φύσιν ἀκριβὴς εὑρεθῇ, μήτε κατεδηδεσμένος σηπεδόνι τινὶ, μήτε τὸ βάθος ὑπερρηγμένος ταῖς διαφύσεσι, μικροῦ τῷ ἀέρι τὴν διαύγειαν ἔοικεν. Οὐδενὶ οὖν τούτων εἰκάζομεν τὸ στερέωμα. Παιδικῆς γὰρ τῷ ὄντι καὶ ἁπλῆς διανοίας, τοιαύτας ἔχειν περὶ τῶν οὐρανίων τὰς ὑπολήψεις. Οὐ μὴν, οὐδὲ εἰ πάντα ἐν ἅπασίν ἐστι, πῦρ μὲν ἐν γῇ, ἀὴρ δὲ ἐν ὕδατι, καὶ τῶν ἄλλων ὡσαύτως ἐν ἑτέρῳ τὸ ἕτερον• καὶ μηδὲν τῶν αἰσθήσει ὑποπιπτόντων στοιχείων εἰλικρινές ἐστι καὶ ἀμιγὲς, ἢ τῆς πρὸς τὸ μέσον, ἢ τῆς πρὸς τὸ ἀντικείμενον κοινωνίας• τούτου ἕνεκεν καταδεχόμεθα, τὸ στερέωμα ἢ ἐξ ἑνὸς τῶν ἁπλῶν, ἢ τὸ ἀπὸ τούτων μίγμα φῆσαι ὑπάρχειν, δεδιδαγμένοι παρὰ τῆς Γραφῆς, μηδὲν ἐπιτρέπειν ἡμῶν τῷ νῷ πέρα τῶν συγκεχωρημένων φαντα-σιοῦσθαι. Μὴ παραδράμῃ δὲ ἡμᾶς μηδὲ ἐκεῖνο ἀπαρασήμαντον, ὅτι μετὰ τὸ προστάξαι τὸν Θεὸν, Γενηθήτω στερέωμα, οὐκ εἴρηται ἁπλῶς, καὶ ἐγένετο στερέωμα• ἀλλὰ, Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα• καὶ πάλιν, Διεχώρισεν ὁ Θεός. Οἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε. Καὶ τίς κωφὸς, ἀλλ' ἢ ὁ μὴ ἀκούων οὕτω μεγαλοφώνως ἐμβοῶντος τοῦ Πνεύματος; Καὶ τίς τυφλός; ῾Ο μὴ ἐνορῶν ταῖς οὕτως ἐναργέσι περὶ τοῦ Μονογενοῦς ἀποδείξεσι. Γενηθήτω στερέωμα. Αὕτη ἡ φωνὴ τῆς προκαταρκτικῆς αἰτίας. ᾿Εποίησεν ὁ Θεὸς τὸ στερέωμα. Αὕτη τῆς ποιητικῆς καὶ δημιουργικῆς δυνάμεως μαρτυρία.
'Αλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἐξηγήσεως τὸν λόγον ἐπαναγάγωμεν. ῎Εστω διαχωρίζον, φησὶν, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. ῎Απειρος μὲν ἦν, ὡς ἔοικε, τῶν ὑδάτων ἡ χύσις, πανταχόθεν ἐπικυμαινόντων τῇ γῇ καὶ ἀπαιωρουμένων αὐτῆς• ὡς καὶ τὴν πρὸς τὰ ἄλλα στοιχεῖα δοκεῖν ἀναλογίαν ἐκβαίνειν. Διὰ τοῦτο γὰρ ἐν τοῖς κατόπιν ἐλέγετο ἄβυσσος πανταχόθεν περιβεβλῆσθαι τῇ γῇ. Τὴν δὲ αἰτίαν τοῦ πλήθους ἐν τοῖς ἑξῆς ἀποδώσομεν. Πάντως δὲ οὐδεὶς ὑμῶν οὐδὲ τῶν πάνυ κατησκημένων τὸν νοῦν, καὶ περὶ τὴν φθειρομένην ταύτην καὶ ῥέουσαν φύσιν ὀξυωπούντων, ἐπισκήψει τῇ δόξῃ, ὡς ἀδύνατα ἢ πλασματώδη ὑποτιθεμένων κατὰ τὸν λόγον• οὐδὲ ἀπαιτήσει ἡμᾶς εὐθύνας, ἐπὶ τίνος ἡ τῶν ὑδάτων ἥδραστο φύσις. ¿Ω γὰρ λόγῳ τὴν γῆν βαρυτέραν οὖσαν τοῦ ὕδατος ἀπαιωροῦσι τοῦ μέσου τῶν ἐσχάτων ἀπάγοντες, τῷ αὐτῷ δήπου πάντως καὶ τὸ μυρίον ὕδωρ ἐκεῖνο, διά τε τὴν κατὰ φύσιν ἐπὶ τὸ κάτω φορὰν, καὶ διὰ τὴν πανταχόθεν ἰσορροπίαν, περὶ τὴν γῆν ἀτρεμεῖν συγχωρήσουσιν. Οὐκοῦν ἄπλετος ἡ τοῦ ὕδατος φύσις τῇ γῇ περιεκέκουτο, οὐχὶ συμμέτρως ἔχουσα πρὸς αὐτὴν, ἀλλ' εἰς τὸ πολλαπλάσιον ὑπερβάλλουσα, οὕτως ἐξ ἀρχῆς τοῦ μεγάλου τεχνίτου προβλεψαμένου τὸ μέλλον, καὶ διὰ τὴν ἐφεξῆς χρείαν τὰ πρῶτα διαθεμένου. Τίς οὖν χρεία τοῦ ἀμύθητον ὅσον ὑπερβάλλειν τὸ ὕδωρ; ᾿Επειδὴ ἀναγκαία τῷ παντὶ τοῦ πυρὸς ἡ οὐσία, οὐ μόνον πρὸς τὴν τῶν περιγείων οἰκονομίαν, ἀλλὰ καὶ πρὸς τὴν συμπλήρωσιν τοῦ παντός. Κολοβὸν γὰρ ἂν ἦν τὸ ὅλον ἑνὶ τῷ μεγίστῳ καὶ καιριωτάτῳ πάντων ἐλλεῖπον. ᾿Αντικείμενα δὲ ταῦτα ἀλλήλοις, καὶ φθαρτικὸν ἕτερον τοῦ ἑτέρου• πῦρ μὲν τοῦ ὕδατος, ὅταν ἐπικρατῇ δυνάμει• ὕδωρ δὲ πυρὸς, ὅταν ὑπερβάλλῃ τῷ πλήθει. ῎Εδει δὲ μήτε στάσιν εἶναι πρὸςἄλληλα, μήτε ἐν τῇ παντελεῖ τοῦ ἑτέρου ἐκλείψει ἀφορμὴν παρασχεθῆναι τῷ παντὶ πρὸς διάλυσιν. Τοσαύτην τοῦ ὑγροῦ τὴν φύσιν οἰκονομῶν τὸ πᾶν προαπέθετο, ὥστε μέχρι τῶν τεταγμένων ὅρων τῆς τοῦ κόσμου συστάσεως κατὰ μικρὸν τῇ δυνάμει τοῦ πυρὸς ἐξαναλισκόμενον ἀντισχεῖν. ῾Ο τοίνυν ἅπαντα σταθμῷ καὶ μέτρῳ διαταξάμενος (ἀριθμηταὶ γὰρ αὐτῷ, κατὰ τὸν ᾿Ιὼβ, καὶ σταγόνες εἰσὶν ὑετοῦ) ᾔδει πόσον τῷ κόσμῳ χρόνον ἀφώρισεν εἰς διαμονὴν, καὶ πόσην χρὴ τῷ πυρὶ προαποθέσθαι δαπάνην. Οὗτος ὁ λόγος τῆς τοῦ ὕδατος περιουσίας κατὰ τὴν κτίσιν. ᾿Αλλὰ μὴν τό γε τοῦ πυρὸς ἀναγκαῖον τῷ κόσμῳ, οὐδεὶς οὕτως ἔξω τοῦ βίου παντάπασιν, ὥστε τῆς ἐκ τοῦ λόγου διδασκαλίας προσδεῖσθαι• οὐ μόνον ὅτι αἱ συνεκτικαὶ τῆς ζωῆς ἡμῶν τέχναι τῆς ἐμπύρου ἐργασίας ἐπιδέονται πᾶσαι, ὑφαντικὴ, λέγω, καὶ σκυτοτομικὴ, καὶ οἰκοδομικὴ, καὶ γεωργία, ἀλλ' ὅτι οὔτε δένδρων βλάστησις, οὐ καρπῶν πέψις, οὐ ζῴων ἐγγείων ἢ τῶν ἐνύδρων γένεσις, οὐχ αἱ τούτων τροφαὶ ἢ ἐξ ἀρχῆς ἂν συνέστησαν, ἢ πρὸς χρόνον διήρκεσαν, τοῦ θερμοῦ μὴ παρόντος. Οὐκοῦν ἀναγκαία μὲν τοῦ θερμοῦ ἡ κτίσις διὰ τὴν τῶν γιγνομένων σύστασίν τε καὶ διαμονήν• ἀναγκαία δὲ τοῦ ὑγροῦ ἡ δαψίλεια διὰ τὸ ἄπαυστον εἶναι καὶ ἀπαραίτητον τοῦ πυρὸς τὴν δαπάνην.
Περίβλεψαι πᾶσαν τὴν κτίσιν, καὶ ὄψει τοῦ θερμοῦ τὴν δύναμιν τοῖς ἐν γενέσει καὶ φθορᾷ πᾶσιν ἐνδυναστεύουσαν. Διὰ τοῦτο πολὺ τὸ ὕδωρ ὑπὲρ γῆς κεχυμένον, καὶ ὑπερέκεινα τῶν ὁρωμένων ἀπενεχθὲν, καὶ προσέτι παντὶ τῷ βάθει τῆς γῆς ἐνεσπαρμένον. ῞Οθεν πηγῶν ἀφθονίαι, καὶ φρεάτων σύρροιαι, καὶ ποταμῶν ῥεύματα, χειμάρρων τε καὶ ἀεννάων, ὑπὲρ τοῦ ἐν πολλοῖς καὶ ποικίλοις ταμείοις διατηρεῖσθαι τὴν ὑγρασίαν. ᾿Εκ μέν γε τῆς ἕω, ἀπὸ μὲν χειμερινῶν τροπῶν ὁ ᾿Ινδὸς ῥεῖ ποταμὸς ῥεῦμα πάντων ποταμίων ὑδάτων πλεῖστον, ὡς οἱ τὰς περιόδους τῆς γῆς ἀναγράφοντες ἱστορήκασιν• ἀπὸ δὲ τῶν μέσων τῆς ἀνατολῆς ὅ τε Βάκτρος, καὶ ὁ Χοάσπης, καὶ ὁ ᾿Αράξης, ἀφ' οὗ καὶ ὁ Τάναϊς ἀποσχιζόμενος εἰς τὴν Μαιῶτιν ἔξεισι λίμνην. Καὶ πρὸς τούτοις ὁ Φάσις τῶν Καυκασίων ὀρῶν ἀπορρέων, καὶ μυρίοι ἕτεροι ἀπὸ τῶν ἀρκτῴων τόπων ἐπὶ τὸν Εὔξεινον Πόντον φέρονται. ᾿Απὸ δὲ δυσμῶν τῶν θερινῶν ὑπὸ τὸ Πυρηναῖον ὄρος Ταρτησός τε καὶ ῎Ιστρος• ὧν ὁ μὲν ἐπὶ τὴν ἔξω Στηλῶν ἀφίεται θάλασσαν• ὁ δὲ ῎Ιστρος διὰ τῆς Εὐρώπης ῥέων, ἐπὶ τὸν Πόντον ἐκδίδωσι. Καὶ τί δεῖ τοὺς ἄλλους ἀπαριθμεῖσθαι οὓς αἱ ῾Ριπαὶ γεννῶσι, τὰ ὑπὲρ τῆς ἐνδοτάτω Σκυθίας ὄρη; ῟Ων ἐστὶ καὶ ὁ ῾Ροδανὸς μετὰ μυρίων ἄλλων ποταμῶν, καὶ αὐτῶν ναυσιπόρων, οἳ τοὺς ἑσπερίους Γαλάτας καὶ Κελτοὺς, καὶ τοὺς προσεχεῖς αὐτοῖς βαρβάρους παραμειψάμενοι, ἐπὶ τὸ ἑσπέριον πάντες εἰσχέονται πέλαγος. ῎Αλλοι ἐκ τῆς μεσημβρίας ἄνωθεν διὰ τῆς Αἰθιοπίας, οἱ μὲν ἐπὶ τὴν πρὸς ἡμᾶς ἔρχονται θάλασσαν• οἱ δὲ ἐπὶ τὴν ἔξω τῆς πλεομένης ἀποκενοῦνται• ὅ τε Αἰγὼν καὶ ὁ Νύσης καὶ ὁ καλούμενος Χρεμέτης, καὶ πρός γε ἔτι ὁ Νεῖλος, ὃς οὐδὲ ποταμοῖς τὴν φύσιν ἔοικεν, ὅταν ἴσα θαλάσσῃ πελαγίζῃ τὴν Αἴγυπτον. Οὕτως ὁ τῆς καθ' ἡμᾶς οἰκουμένης τόπος ὕδατι περιείληπται, πελάγεσί τε ἀπλέτοις ἐνδεδεμένος καὶ μυρίοις ποταμοῖς ἀεννάοις κατάρρυτος, διὰ τὴν ἄρρητον σοφίαν τοῦ τὴν ἀντίπαλον τῷ πυρὶ φύσιν δυσεξανάλωτον εἶναι οἰκονομήσαντος. ῎Εσται μέντοι ὅτε καὶ πάντα καταφρυγήσεται τῷ πυρὶ, ὥς φησιν ῾Ησαΐας ἐν οἷς πρὸς τὸν τῶν ὅλων Θεὸν διαλέγεται• ῾Ο λέγων τῇ ἀβύσσῳ, ἐρημωθήσῃ, καὶ πάντας τοὺς ποταμούς σου ξηρανῶ. ῞Ωστε ἀπορρίψας τὴν μωρανθεῖσαν σοφίαν, κατάδεξαι μεθ' ἡμῶν τὸ διδασκάλιον τῆς ἀληθείας, ἰδιωτικὸν μὲν τῷ λόγῳ, ἀδιάπτωτον δὲ κατὰ τὴν γνῶσιν.
Διὰ τοῦτο Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Εἴρηται τί τὸ σημαινόμενον παρὰ τῇ Γραφῇ τὸ τοῦ στερεώματος ὄνομα. ῞Οτι οὐχὶ τὴν ἀντίτυπον καὶ στερέμνιον φύσιν, τὴν ἔχουσαν βάρος καὶ ἀντέρεισιν, οὐ ταύτην λέγει στερέωμα. ῍Η οὕτω ἂν κυριώτερον ἡ γῆ τῆς τοιαύτης κλήσεως ἠξιώθη. ᾿Αλλὰ διὰ τὴν φύσιν τῶν ὑπερκειμένων λεπτὴν οὖσαν καὶ ἀραιὰν καὶ οὐδεμιᾷ αἰσθήσει καταληπτὴν, στερέωμα τοῦτο ὠνόμασε, συγκρίσει τῶν λεπτοτάτων καὶ τῇ αἰσθήσει ἀκαταλήπτων. Καὶ νόει μοι τόπον τινὰ διακριτικὸν τοῦ ὑγροῦ• τὸ μὲν λεπτὸν καὶ διηθούμενον ἐπὶ τὰ ἄνω διιέντα, τὸ δὲ παχύτατον καὶ γεῶδες ἐναφιέντα τοῖς κάτω, ἵν' ἐξ ἀρχῆς μέχρι τέλους ἡ αὐτὴ εὐκρασία συντηρηθῇ, κατὰ μέρος τῆς ὑφαιρέσεως τῶν ὑγρῶν γινομένης. Σὺ δὲ τῷ μὲν πλήθει τοῦ ὕδατος ἀπιστεῖς, πρὸς δὲ τοῦ θερμοῦ τὸ πλῆθος οὐκ ἀποβλέπεις• ὃ κἂν ὀλίγον ᾖ τῷ μεγέθει, πολλῆς ἐστι διὰ τὴν δύναμιν ἀναλωτικὸν ὑγρασίας. ᾿Εφέλκεται μὲν γὰρ τὸ παρακείμενον ὑγρὸν, ὡς δηλοῖ ἡ σικύα• δαπανητικὸν δέ ἐστι τοῦ ἑλκυσθέντος κατὰ τὴν εἰκόνα τοῦ λυχνιαίου πυρὸς, ὃ διὰ τῆς θρυαλλίδος τὴν παρακειμένην τροφὴν ἐπισπασάμενον, ταχέως διὰ τῆς μεταβολῆς ἀπῃθάλωσε. Τὸν δὲ αἰθέρα τίς ἀμφιβάλλει μὴ οὐχὶ πυρώδη εἶναι καὶ διακαῆ; ὃς εἰ μὴ τῷ ἀναγκαίῳ τοῦ ποιήσαντος αὐτὸν ὅρῳ κατείχετο, τί ἂν ἐκώλυσεν αὐτὸν πάντα φλογίζοντα καὶ καταπιμπρῶντα τὰ συνεχῆ, πᾶσαν ὁμοῦ τὴν ἐν τοῖς οὖσιν ἐξαναλῶσαι νοτίδα; Διὰ ταῦτα ὕδωρ ἀέριον, νεφουμένου τοῦ ἄνω τόπου ἐκ τῆς ἀναφορᾶς τῶν ἀτμῶν, οὓς ποταμοὶ, καὶ κρῆναι, καὶ τενάγη, καὶ λίμναι, καὶ πελάγη πάντα προΐενται, ὡς ἂν μὴ πάντα πυρακτῶν ὁ αἰθὴρ ἐπιλάβοι• ὅπου γε καὶ τὸν ἥλιον τοῦτον ὁρῶμεν, ὥρᾳ θέρους διάβροχον πολλάκις καὶ τεναγώδη χώραν ἐν βραχυτάτῃ χρόνου ῥοπῇ ἄνικμον παντελῶς καὶ ξηρὰν καταλιμπάνοντα. Ποῦ τοίνυν ἐκεῖνο τὸ ὕδωρ; Δεικνύτωσαν ἡμῖν οἱ τὰ πάντα δεινοί. ῏Αρ' οὐχὶ παντὶ δῆλον, ὅτι τῇ θερμότητι τοῦ ἡλίου διατμηθὲν ἀνηλώθη; Καίτοιγε οὐδὲ θερμὸν εἶναι τὸν ἥλιον ἐκεῖνοι λέγουσι• τοσοῦτον αὐτοῖς τοῦ λέγειν περίεστι. Καὶ σκοπεῖτε ποταπῇ ἀποδείξει ἐπερειδόμενοι πρὸς τὴν ἐνάργειαν ἀντιβαίνουσιν. ᾿Επειδὴ λευκός ἐστι, φασὶ, τὴν χροίαν, ἀλλ' οὐχὶ ὑπέρυθρος, οὐδὲ ξανθὸς, τούτου ἕνεκεν οὐδὲ πυρώδης τὴν φύσιν• ἀλλὰ καὶ τούτου φασὶ τὸ θερμὸν ἐκ τῆς ταχείας εἶναι περιστροφῆς. Τί ἐντεῦθεν ἑαυτοῖς διοικούμενοι; ῾Ως μηδὲν δόξαι τῶν ὑγρῶν ἀπαναλίσκειν τὸν ἥλιον. ᾿Εγὼ δὲ κἂν μὴ ἀληθὲς ᾖ τὸ λεγόμενον, ἀλλ' ὡς συγκατασκευάζον ἐμοὶ τὸν λόγον οὐκ ἀπωθοῦμαι. ᾿Ελέγετο γὰρ, διὰ τὴν ἐκ τοῦ θερμοῦ δαπάνην ἀναγκαῖον εἶναι τῶν ὑδάτων τὸ πλῆθος. Διαφέρει δὲ οὐδὲν, ἐκ φύσεως εἶναι θερμὸν, ἢ ἐκ πάθους ἔχειν τὴν πύρωσιν πρός γε τὸ τὰ αὐτὰ συμπτώματα περὶ τὰς αὐτὰς ὕλας ἀπογεννᾶν. ᾿Εάν τε γὰρ τριβόμενα ξύλα πρὸς ἄλληλα πῦρ καὶ φλόγα ἀνάψῃ, ἐάν τε ἐκ φλογὸς ἀναπτομένης κατακαυθῇ, ἴσον ἐστὶ καὶ παραπλήσιον ἐξ ἀμφοτέρων τὸ τέλος. Καίτοιγε ὁρῶμεν τὴν μεγάλην τοῦ τὰ πάντα κυβερνῶντος σοφίαν, μετατιθεῖσαν τὸν ἥλιον ἐξ ἑτέρων εἰς ἕτερα, ἵνα μὴ τοῖς αὐτοῖς ἀεὶ προσδιατρίβων, τῇ πλεονεξίᾳ τοῦ θερμοῦ λυμήνηται τὴν διακόσμησιν• ἀλλὰ νῦν μὲν αὐτὸν ἐπὶ τὸ νότιον μέρος κατὰ τὰς χειμερινὰς τροπὰς ἀπάγοντα, νῦν δὲ ἐπὶ τὰ ἰσημερινὰ σημεῖα μετατιθέντα, κἀκεῖθεν ἐπὶ τὰ προσάρκτια ὑπὸ τὰς θερινὰς τροπὰς ἐπανάγοντα, ὥστε τῇ κατὰ μικρὸν αὐτοῦ μεταβάσει τῷ περὶ γῆν τόπῳ τὴν εὐκρασίαν φυλάσεσθαι. Σκοπείτωσαν δὲ εἰ μὴ αὐτοὶ ἑαυτοῖς περιπίπτουσιν, οἵ γε τὴν θάλασσαν λέγουσι μήτε πλημμυρεῖν τοῖς ποταμοῖς ἐκ τῆς τοῦ ἡλίου δαπάνης, καὶ προσέτι ἁλμυρὰν καὶ πικρὰν ἀπολείπεσθαι, τοῦ λεπτοῦ καὶ ποτίμου ὑπὸ τῆς θέρμης ἀναλωθέντος• ὅπερ ἐκ τῆς τοῦ ἡλίου μάλιστα γίνεται διακρίσεως, τὸ μὲν κοῦφον ἀπάγοντος, τὸ δὲ παχὺ καὶ γεῶδες οἷόν τινα ἰλὺν καὶ ὑποστάθμην ἐναφιέντος• ἐξ οὗ τὸ πικρὸν καὶ ἁλμυρὸν καὶ ξηραντικὸν τῇ θαλάσσῃ προσεῖναι. Οἱ δὴ ταῦτα περὶ θαλάσσης λέγοντες, πάλιν μεταβαλλόμενοι, μηδεμίαν τοῦ ὑγροῦ γίνεσθαι μείωσιν ἐκ τοῦ ἡλίου φασί.
Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν• ὡς κυρίως μὲν ἑτέρῳ τῆς προσηγορίας ἐφαρμοζούσης, καθ’ ὁμοίωσιν δὲ καὶ τούτου μεταλαμβάνοντος τῆς κλήσεως. Τετηρήκαμεν δὲ πολλαχοῦ τὸν ὁρώμενον τόπον οὐρανὸν λεγόμενον (διὰ τὸ ναστὸν καὶ συνεχὲς τοῦ ἀέρος ἐναργῶς ἡμῶν ταῖς ὄψεσιν ὑποπίπτοντος, καὶ παρὰ τὸ ὁρᾶσθαι τῆς τοῦ οὐρανοῦ προσηγορίας ἀξιουμένου) ἐν οἷς φησι, Τὰ πετεινὰ τοῦ οὐρανοῦ. Καὶ πάλιν• Τὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Τοιοῦτόν ἐστι καὶ τὸ, ᾿Αναβαίνουσιν ἕως τῶν οὐρανῶν. Καὶ Μωϋσῆς εὐλογῶν τὴν φυλὴν τοῦ ᾿Ιωσὴφ, ἀπὸ ὡρῶν οὐρανοῦ, καὶ δρόσου, καὶ ἀπὸ ἡλίου τροπῶν, καὶ συνόδων μηνῶν, καὶ ἀπὸ κορυφῆς ὀρέων καὶ βουνῶν ἀεννάων τὰς εὐλογίας δίδωσιν, ὡς τοῦ περὶ γῆν τόπου διὰ τῆς ἐν τούτοις εὐταξίας εὐθηνουμένου. ᾿Αλλὰ καὶ ἐν ταῖς κατάραις τῷ ᾿Ισραὴλ, ῎Εσται σοι, φησὶν, ὁ ὑπὲρ κεφαλῆς οὐρανὸς χαλκοῦς. Τί τοῦτο λέγων; Τὴν παντελῆ ξηρασίαν καὶ ἐπίλειψιν τῶν ἀερίων ὑδάτων, δι’ὧν τῇ γῇ τὸ γόνιμον τῶν καρπῶν ἐνυπάρχει. ῞Οταν οὖν ἐκ τοῦ οὐρανοῦ φέρεσθαι λέγῃ δρόσον ἢ ὑετὸν, περὶ ὑδάτων νοοῦμεν ὅσα τὴν ἄνω κατέχειν διατέτακται χώραν. Συναγομένων γὰρ τῶν ἀναθυμιάσεων περὶ τὸ ὕψος, καὶ πυκνουμένου τοῦ ἀέρος ταῖς ἐκ τῶν πνευμάτων πιλήσεσιν, ὅταν μὲν αἱ τέως ἀτμοειδῶς καὶ λεπτῶς ἐνεσπαρμέναι τῷ νέφει νοτίδες ἀλλήλαις προσχωρήσωσι, σταγόνες γίγνονται, τῷ βάρει τῶν συγκριθέντων φερόμεναι πρὸς τὸ κάτω• καὶ αὕτη ὑετοῦ γένεσις. ῞Οταν δὲ τὸ ὑγρὸν ἐξαφρισθῇ, ταῖς βίαις τῶν ἀνέμων ἀνακοπὲν, εἶτα εἰς ἄκρον καταψυχθὲν ὅλον διόλου παγῇ, θραυομένου τοῦ νέφους, ἡ χιὼν καταφέρεται. Καὶ ὅλως, κατὰ τὸν αὐτὸν λόγον, ἔξεστί σοι ὁρᾶν πᾶσαν τοῦ ὑγροῦ τὴν φύσιν περὶ τὸν ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρα συνισταμένην. Καὶ μηδεὶς τῇ περιεργίᾳ τῶν περὶ οὐρανοῦ φιλοσοφησάντων τὸ ἁπλοῦν καὶ ἀκατάσκευον τῶν πνευματικῶν λόγων παραβαλλέτω. ῞Οσῳ γὰρ τὸ ἐν ταῖς σώφροσι κάλλος τοῦ ἑταιρικοῦ προτιμότερον, τοσοῦτον καὶ τῶν ἡμετέρων λόγων πρὸς τοὺς ἔξωθεν τὸ διάφορον. Οἱ μὲν γὰρ κατηναγκασμένον τὸ πιθανὸν τοῖς λόγοις ἐπάγουσιν• ἐνταῦθα δὲ γυμνὴ τεχνασμάτων ἡ ἀλήθεια πρόκειται. Καὶ τί δεῖ πράγματα ἔχειν ἡμᾶς τὸ ψευδὲς αὐτῶν διελέγχοντας, οἷς ἐξαρκεῖ τὰς αὐτῶν ἐκείνων βίβλους ἀλλήλαις ἀντιπαραθέντας ἐν ἡσυχίᾳ πολλῇ θεατὰς αὐτῶν τοῦ πολέμου καθῆσθαι; Οὔτε γὰρ ἀριθμῷ ἐλάττους, οὔτε ἀξιώματι ὑφειμένοι, πολυφωνίᾳ δὲ καὶ παρὰ πολὺ διαφέροντες πρὸς τὸν ἐναντίον αὐτοῖς ἀντικαθίστανται λόγον, οἱ τὸ πᾶν ἐκπυροῦσθαι λέγοντες, καὶ ἀναβιώσκεσθαι πάλιν ἐκ τῶν σπερματικῶν λόγων τῶν ἐναπομενόντων τοῖς ἐκπυρωθεῖσιν• ὅθεν καὶ ἀπείρους φθορὰς κόσμου καὶ παλιγγενεσίας εἰσάγουσιν. 'Αλλ' ἐκεῖνοι μὲν ἐφ' ἑκάτερα τῆς ἀληθείας ἀποσχιζόμενοι, ἔνθεν καὶ ἔνθεν τὰς ἐπὶ τὴν πλάνην ἑαυτοῖς ἐκτροπὰς ἐξευ-ρίσκουσιν.
῾Ημῖν δὲ καὶ πρὸς τοὺς ἀπὸ τῆς ᾿Εκκλησίας ἐστί τις λόγος περὶ τῶν διακριθέντων ὑδάτων, οἳ προφάσει ἀναγωγῆς,καὶ νοημάτων ὑψηλοτέρων, εἰς ἀλληγορίας κατέφυγον, δυνάμεις λέγοντες πνευματικὰς καὶ ἀσωμάτους τροπικῶς ἐκ τῶν ὑδάτων σημαίνεσθαι• καὶ ἄνω μὲν ἐπὶ τοῦ στερεώματος μεμενηκέναι τὰς κρείττονας, κάτω δὲ τοῖς περιγείοις καὶ ὑλικοῖς τόποις προσαπομεῖναι τὰς πονηράς. Διὰ τοῦτο δὴ, φασὶ, καὶ τὰ ἐπάνω τῶν οὐρανῶν ὕδατα αἰνεῖν τὸν Θεόν• τουτέστι, τὰς ἀγαθὰς δυνάμεις ἀξίας οὔσας, διὰ καθαρότητα τοῦ ἡγεμονικοῦ, τὸν πρέποντα αἶνον ἀποδιδόναι τῷ κτίσαντι• τὰ δὲ ὑποκάτω τῶν οὐρανῶν ὕδατα τὰ πνευματικὰ εἶναι τῆς πονηρίας, ἀπὸ τοῦ κατὰ φύσιν ὕψους εἰς τὸ τῆς κακίας βάθος καταπεσόντα• ἅπερ ὡς ταραχώδη ὄντα καὶ στασιαστικὰ καὶ τοῖς θορύβοις τῶν παθῶν κυμαινόμενα, θάλασσαν ὠνομάσθαι διὰ τὸ εὐμετάβλητον καὶ ἄστατον τῶν κατὰ προαίρεσιν κινημάτων. Τοὺς δὴ τοιούτους λόγους ὡς ὀνειράτων συγκρίσεις καὶ γραώδεις μύθους ἀποπεμψάμενοι, τὸ ὕδωρ, ὕδωρ νοήσωμεν, καὶ τὴν διάκρισιν τὴν ὑπὸ τοῦ στερεώματος γενομένην, κατὰ τὴν ἀποδοθεῖσαν αἰτίαν δεξώμεθα. Καὶ μέντοι κἂν εἰς δοξολογίαν ποτὲ τοῦ κοινοῦ τῶν ὅλων Δεσπότου τὰ ὑπεράνω τῶν οὐρανῶν παραλαμβάνηται ὕδατα, οὐ λογικὴν αὐτὰ φύσιν παρὰ τοῦτο τιθέμεθα. Οὔτε γὰρ οἱ οὐρανοὶ ἔμψυχοι, ἐπειδὴ Διηγοῦνται δόξαν Θεοῦ• οὔτε τὸ στερέωμα ζῷόν ἐστιν αἰσθητικὸν, ἐπειδὴ ᾿Αναγγέλλει ποίησιν τῶν χειρῶν αὐτοῦ. Κἂν λέγῃ τις οὐρανοὺς μὲν εἶναι τὰς θεωρητικὰς δυνάμεις, στερέωμα δὲ τὰς πρακτικὰς καὶ ποιητικὰς τῶν καθηκόντων, ὡς κεκομψευμένον μὲν τὸν λόγον ἀποδεχόμεθα, ἀληθῆ δὲ εἶναι οὐ πάνυ τι δώσομεν. Οὕτω γὰρ ἂν καὶ δρόσος, καὶ πάχνη, καὶ ψῦχος, καὶ καῦμα, ἐπειδὴ ὑμνεῖν παρὰ τῷ Δανιὴλ τὸν τῶν ὅλων δημιουργὸν ἐπετάχθη, νοερά τις ἔσται καὶ ἀόρατος φύσις. 'Αλλ' ὁ ἐν τούτοις λόγος παρὰ τῶν νοῦν ἐχόντων τεθεωρημένως ἐκλαμβανόμενος, συμπληρωτικός ἐστι τῆς δοξολογίας τοῦ κτίσαντος. Οὐ μόνον γὰρ τὸ ἐπάνω τῶν οὐρανῶν ὕδωρ, ὡς προηγούμενον ταῖς τιμαῖς διὰ τὴν ἐξ ἀρετῆς προσοῦσαν αὐτῷ ὑπεροχὴν τῷ Θεῷ τὸν αἶνον ἀποπληροῖ, ἀλλ', Αἰνεῖτε γὰρ αὐτὸν, φησὶ, καὶ τὰ ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. ῞Ωστε καὶ ἡ ἄβυσσος, ἣν εἰς τὴν χείρονα μοῖραν οἱ ἀλληγοροῦντες ἀπέρριψαν, οὐδὲ αὐτὴ ἀπόβλητος ἐκρίθη τῷ ψαλμῳδῷ, εἰς τὴν κοινὴν τῆς κτίσεως χοροστασίαν παραληφθεῖσα, ἀλλὰ καὶ αὐτὴ κατὰ τοὺς ἐνυπάρχοντας αὐτῇ λόγους ἁρμονίως συμπληροῖ τὴν ὑμνῳδίαν τῷ ποιητῇ.
Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐχὶ ὀφθαλμοῖς Θεοῦ τέρψιν παρέχει τὰ παρ' αὐτοῦ γινόμενα, οὐδὲ τοιαύτη παρ' αὐτῷ ἡ ἀποδοχὴ τῶν καλῶν, οἵα καὶ παρ' ἡμῖν• ἀλλὰ καλὸν τὸ τῷ λόγῳ τῆς τέχνης ἐκτελεσθὲν, καὶ πρὸς τὴν τοῦ τέλους εὐχρηστίαν συντεῖνον. ῾Ο τοίνυν ἐναργῆ τὸν σκοπὸν τῶν γινομένων προθέμενος, τὰ κατὰ μέρος γινόμενα ὡς συμπληρωτικὰ τοῦ τέλους, τοῖς τεχνικοῖς ἑαυτοῦ λόγοις ἐπελθὼν ἀπεδέξατο. ᾿Επεὶ καὶ χεὶρ καθ' ἑαυτὴν, καὶ ὀφθαλμὸς ἰδίᾳ, καὶ ἕκαστον τῶν τοῦ ἀνδριάντος μελῶν διῃρημένως κείμενα, οὐκ ἂν φανείη καλὰ τῷ τυχόντι• πρὸς δὲ τὴν οἰκείαν τάξιν ἀποτεθέντα, τὸ ἐκ τῆς ἀναλογίας, ἐμφανὲς μόλις ποτὲ, καὶ τῷ ἰδιώτῃ παρέχεται γνώριμον. ῾Ο μέντοι τεχνίτης καὶ πρὸ τῆς συνθέσεως οἶδε τὸ ἑκάστου καλὸν, καὶ ἐπαινεῖ τὰ καθ' ἕκαστον, πρὸς τὸ τέλος αὐτῶν ἐπαναφέρων τὴν ἔννοιαν. Τοιοῦτος οὖν δή τις καὶ νῦν ἔντεχνος ἐπαινέτης τῶν κατὰ μέρος ἔργων ὁ Θεὸς ἀναγέγραπται• μέλλει δὲ τὸν προσήκοντα ἔπαινον καὶ παντὶ ὁμοῦ τῷ κόσμῳ ἀπαρτισθέντι πληροῦν. ᾿Αλλὰ γὰρ ἐνταῦθα ἡμῖν οἱ περὶ τῆς δευτέρας ἡμέρας καταληξάτωσαν λόγοι, ὥστε τοῖς μὲν φιλοπόνοις ἀκροαταῖς καιρὸν παρασχεῖν τῆς ὧν ἤκουσαν ἐξετάσεως, ὥστε εἴ τι χρήσιμον ἐν αὐτοῖς, τοῦτο τῇ μνήμῃ συσχεῖν, καὶ διὰ τῆς φιλοπόνου μελέτης, οἷον διά τινος πέψεως, τὴν τῶν ὠφελίμων ἀνάδοσιν ἀναμεῖναι• τοῖς δὲ περὶ τὸν βίον ἀσχολουμένοις δοῦναι σχολὴν διὰ τοῦ μέσου χρόνου τὰς φροντίδας διαθεμένοις, καθαρᾷ μεριμνῶν τῇ ψυχῇ πρὸς τὴν ἑσπερινὴν τῶν λόγων ἑστίασιν ἀπαντῆσαι.
῾Ο δὲ τὰ μεγάλα δημιουργήσας Θεὸς, καὶ τὰ μικρὰ ταῦτα λεχθῆναι οἰκονομήσας, δώῃ ὑμῖν σύνεσιν ἐν παντὶ τῆς ἑαυτοῦ ἀληθείας, ἵν' ἐκ τῶν ὁρωμένων τὸν ἀόρατον ἐννοῆτε, καὶ ἐκ μεγέθους καὶ καλλονῆς τῶν κτισμάτων τὴν πρέπουσαν δόξαν περὶ τοῦ κτίσαντος ἡμᾶς ἀναλαμβάνητε. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, ὥστε καὶ ἐν γῇ, καὶ ἐν ἀέρι, καὶ ἐν οὐρανῷ, καὶ ἐν ὕδατι, καὶ ἐν νυκτὶ, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν πᾶσι τοῖς ὁρωμένοις ἐναργῆ λαμβάνειν ἡμᾶς τοῦ εὐεργέτου τὰ ὑπομνήματα. Οὔτε γὰρ ἁμαρτίαις καιρόν τινα δώσομεν, οὔτε τῷ ἐχθρῷ τόπον ἐν ταῖς καρδίαις ἡμῶν καταλείψομεν, διὰ τῆς συνεχοῦς μνήμης ἔνοικον ἔχοντες ἑαυτῶν τὸν Θεόν• ᾧ πᾶσα δόξα, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
᾿Αμήν.